TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1049
Previous part

Chapter: 62 
Verse: 1    Διὰ Σιων οὐ σιωπήσομαι καὶ διὰ Ιερουσαλημ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλϑῃ ὡς ϕῶς δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυϑήσεται.
Verse: 2    
καὶ ὄψονται ἔϑνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινόν, κύριος ὀνομάσει αὐτό.
Verse: 3    
καὶ ἔσῃ στέϕανος κάλλους ἐν χειρὶ κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ ϑεοῦ σου.
Verse: 4    
καὶ οὐκέτι κληϑήσῃ Καταλελειμμένη, καὶ γῆ σου οὐ κληϑήσεται ῎Ερημος· σοὶ γὰρ κληϑήσεται Θέλημα ἐμόν, καὶ τῇ γῇ σου Οἰκουμένη.
Verse: 5    
καὶ ὡς συνοικῶν νεανίσκος παρϑένῳ, οὕτως κατοικήσουσιν οἱ υἱοί σου μετὰ σοῦ· καὶ ἔσται ὃν τρόπον εὐϕρανϑήσεται νυμϕίος ἐπὶ νύμϕῃ, οὕτως εὐϕρανϑήσεται κύριος ἐπὶ σοί.
Verse: 6    
καὶ ἐπὶ τῶν τειχέων σου, Ιερουσαλημ, κατέστησα ϕύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, οἳ διὰ τέλους οὐ σιωπήσονται μιμνῃσκόμενοι κυρίου.
Verse: 7    
οὐκ ἔστιν γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορϑώσῃ καὶ ποιήσῃ Ιερουσαλημ ἀγαυρίαμα ἐπὶ τῆς γῆς.
Verse: 8    
ὤμοσεν κύριος κατὰ τῆς δεξιᾶς αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχϑροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐϕ' ἐμόχϑησας·
Verse: 9    
ἀλλ' οἱ συνάγοντες ϕάγονται αὐτὰ καὶ αἰνέσουσιν κύριον, καὶ οἱ συνάγοντες πίονται αὐτὰ ἐν ταῖς ἐπαύλεσιν ταῖς ἁγίαις μου.
Verse: 10    
πορεύεσϑε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίϑους τοὺς ἐκ τῆς ὁδοῦ διαρρίψατε· ἐξάρατε σύσσημον εἰς τὰ ἔϑνη.
Verse: 11    
ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς Εἴπατε τῇ ϑυγατρὶ Σιων ᾽Ιδού σοι σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μισϑὸν καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ.
Verse: 12    
καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου, σὺ δὲ κληϑήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.