TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1050
Previous part

Chapter: 63 
Verse: 1    Τίς οὗτος παραγινόμενος ἐξ Εδωμ, ἐρύϑημα ἱματίων ἐκ Βοσορ, οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος; ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου.
Verse: 2    
διὰ τί σου ἐρυϑρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ;
Verse: 3    
πλήρης καταπεπατημένης, καὶ τῶν ἐϑνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν ϑυμῷ καὶ κατέϑλασα αὐτοὺς ὡς γῆν καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.
Verse: 4    
ἡμέρα γὰρ ἀνταποδόσεως ἐπῆλϑεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν.
Verse: 5    
καὶ ἐπέβλεψα, καὶ οὐδεὶς βοηϑός· καὶ προσενόησα, καὶ οὐϑεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς βραχίων μου, καὶ ϑυμός μου ἐπέστη.
Verse: 6    
καὶ κατεπάτησα αὐτοὺς τῇ ὀργῇ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν.
Verse: 7    
Τὸν ἔλεον κυρίου ἐμνήσϑην, τὰς ἀρετὰς κυρίου ἐν πᾶσιν, οἷς κύριος ἡμῖν ἀνταποδίδωσιν· κύριος κριτὴς ἀγαϑὸς τῷ οἴκῳ Ισραηλ, ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ καὶ κατὰ τὸ πλῆϑος τῆς δικαιοσύνης αὐτοῦ.
Verse: 8    
καὶ εἶπεν Οὐχ λαός μου τέκνα οὐ μὴ ἀϑετήσωσιν; καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν
Verse: 9    
ἐκ πάσης ϑλίψεως. οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ ϕείδεσϑαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος.
Verse: 10    
αὐτοὶ δὲ ἠπείϑησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ· καὶ ἐστράϕη αὐτοῖς εἰς ἔχϑραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς.
Verse: 11    
καὶ ἐμνήσϑη ἡμερῶν αἰωνίων ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων· ποῦ ἐστιν ϑεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον;
Verse: 12    
ἀγαγὼν τῇ δεξιᾷ Μωυσῆν, βραχίων τῆς δόξης αὐτοῦ; κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι αὐτῷ ὄνομα αἰώνιον.
Verse: 13    
ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου ὡς ἵππον δι' ἐρήμου, καὶ οὐκ ἐκοπίασαν.
Verse: 14    
καὶ ὡς κτήνη διὰ πεδίου, κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου ποιῆσαι σεαυτῷ ὄνομα δόξης.
Verse: 15    
᾽Επίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἰδὲ ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης· ποῦ ἐστιν ζῆλός σου καὶ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆϑος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;
Verse: 16    
σὺ γὰρ ἡμῶν εἶ πατήρ, ὅτι Αβρααμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ισραηλ οὐκ ἐπέγνω ἡμᾶς, ἀλλὰ σύ, κύριε, πατὴρ ἡμῶν· ῥῦσαι ἡμᾶς, ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐϕ' ἡμᾶς ἐστιν.
Verse: 17    
τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ ϕοβεῖσϑαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς ϕυλὰς τῆς κληρονομίας σου,
Verse: 18    
ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου, οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου.
Verse: 19    
ἐγενόμεϑα ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐπεκλήϑη τὸ ὄνομά σου ἐϕ' ἡμᾶς. ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται,

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.