TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1051
Previous part

Chapter: 64 
Verse: 1    ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται. καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ ϕανερὸν ἔσται τὸ ὄνομα κυρίου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔϑνη ταραχϑήσονται.
Verse: 2    
ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη.
Verse: 3    
ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀϕϑαλμοὶ ἡμῶν εἶδον ϑεὸν πλὴν σοῦ καὶ τὰ ἔργα σου, ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον.
Verse: 4    
συναντήσεται γὰρ τοῖς ποιοῦσιν τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησϑήσονται. ἰδοὺ σὺ ὠργίσϑης, καὶ ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήϑημεν.
Verse: 5    
καὶ ἐγενήϑημεν ὡς ἀκάϑαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαϑημένης πᾶσα δικαιοσύνη ἡμῶν· καὶ ἐξερρύημεν ὡς ϕύλλα διὰ τὰς ἀνομίας ἡμῶν, οὕτως ἄνεμος οἴσει ἡμᾶς.
Verse: 6    
καὶ οὐκ ἔστιν ἐπικαλούμενος τὸ ὄνομά σου καὶ μνησϑεὶς ἀντιλαβέσϑαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀϕ' ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν.
Verse: 7    
καὶ νῦν, κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλὸς ἔργον τῶν χειρῶν σου πάντες·
Verse: 8    
μὴ ὀργίζου ἡμῖν σϕόδρα καὶ μὴ ἐν καιρῷ μνησϑῇς ἁμαρτιῶν ἡμῶν. καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς.
Verse: 9    
πόλις τοῦ ἁγίου σου ἐγενήϑη ἔρημος, Σιων ὡς ἔρημος ἐγενήϑη, Ιερουσαλημ εἰς κατάραν.
Verse: 10    
οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ δόξα, ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήϑη πυρίκαυστος, καὶ πάντα τὰ ἔνδοξα συνέπεσεν.
Verse: 11    
καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου, κύριε, καὶ ἐσιώπησας καὶ ἐταπείνωσας ἡμᾶς σϕόδρα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.