TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1053
Previous part

Chapter: 66 
Verse: 1    Οὕτως λέγει κύριος ῾Ο οὐρανός μοι ϑρόνος, δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; ποῖος τόπος τῆς καταπαύσεώς μου;
Verse: 2    
πάντα γὰρ ταῦτα ἐποίησεν χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου;
Verse: 3    
δὲ ἄνομος ϑύων μοι μόσχον ὡς ἀποκτέννων κύνα, δὲ ἀναϕέρων σεμίδαλιν ὡς αἷμα ὕειον, διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσϕημος· καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ψυχὴ αὐτῶν ἠϑέλησεν,
Verse: 4    
κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου, ἐλάλησα καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ οὐκ ἐβουλόμην ἐξελέξαντο.
Verse: 5    
᾽Ακούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελϕοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα κυρίου δοξασϑῇ καὶ ὀϕϑῇ ἐν τῇ εὐϕροσύνῃ αὐτῶν, κἀκεῖνοι αἰσχυνϑήσονται.
Verse: 6    
ϕωνὴ κραυγῆς ἐκ πόλεως, ϕωνὴ ἐκ ναοῦ, ϕωνὴ κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις.
Verse: 7    
πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλϑεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέϕυγεν καὶ ἔτεκεν ἄρσεν.
Verse: 8    
τίς ἤκουσεν τοιοῦτο, καὶ τίς ἑώρακεν οὕτως; ὤδινεν γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ ἐτέχϑη ἔϑνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σιων τὰ παιδία αὐτῆς.
Verse: 9    
ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσϑης μου, εἶπεν κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα; εἶπεν ϑεός.
Verse: 10    
εὐϕράνϑητι, Ιερουσαλημ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε χαρᾷ, πάντες ὅσοι πενϑεῖτε ἐπ' αὐτῆς,
Verse: 11    
ἵνα ϑηλάσητε καὶ ἐμπλησϑῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκϑηλάσαντες τρυϕήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς.
Verse: 12    
ὅτι τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐϑνῶν· τὰ παιδία αὐτῶν ἐπ' ὤμων ἀρϑήσονται καὶ ἐπὶ γονάτων παρακληϑήσονται.
Verse: 13    
ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως καὶ ἐγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ιερουσαλημ παρακληϑήσεσϑε.
Verse: 14    
καὶ ὄψεσϑε, καὶ χαρήσεται ὑμῶν καρδία, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσϑήσεται χεὶρ κυρίου τοῖς σεβομένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειϑοῦσιν.
Verse: 15    
᾽Ιδοὺ γὰρ κύριος ὡς πῦρ ἥξει καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ ἀποδοῦναι ἐν ϑυμῷ ἐκδίκησιν καὶ ἀποσκορακισμὸν ἐν ϕλογὶ πυρός.
Verse: 16    
ἐν γὰρ τῷ πυρὶ κυρίου κριϑήσεται πᾶσα γῆ καὶ ἐν τῇ ῥομϕαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ κυρίου.
Verse: 17    
οἱ ἁγνιζόμενοι καὶ καϑαριζόμενοι εἰς τοὺς κήπους καὶ ἐν τοῖς προϑύροις ἔσϑοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν νῦν ἐπὶ τὸ αὐτὸ ἀναλωϑήσονται, εἶπεν κύριος,
Verse: 18    
κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι. ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔϑνη καὶ τὰς γλώσσας, καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου.
Verse: 19    
καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖα καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσῳσμένους εἰς τὰ ἔϑνη, εἰς Θαρσις καὶ Φουδ καὶ Λουδ καὶ Μοσοχ καὶ Θοβελ καὶ εἰς τὴν ῾Ελλάδα καὶ εἰς τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὐδὲ ἑωράκασιν τὴν δόξαν μου, καὶ ἀναγγελοῦσίν μου τὴν δόξαν ἐν τοῖς ἔϑνεσιν.
Verse: 20    
καὶ ἄξουσιν τοὺς ἀδελϕοὺς ὑμῶν ἐκ πάντων τῶν ἐϑνῶν δῶρον κυρίῳ μεϑ' ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ιερουσαλημ, εἶπεν κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ισραηλ ἐμοὶ τὰς ϑυσίας αὐτῶν μετὰ ψαλμῶν εἰς τὸν οἶκον κυρίου.
Verse: 21    
καὶ ἀπ' αὐτῶν λήμψομαι ἐμοὶ ἱερεῖς καὶ Λευίτας, εἶπεν κύριος.
Verse: 22    
ὃν τρόπον γὰρ οὐρανὸς καινὸς καὶ γῆ καινή, ἐγὼ ποιῶ, μένει ἐνώπιόν μου, λέγει κύριος, οὕτως στήσεται τὸ σπέρμα ὑμῶν καὶ τὸ ὄνομα ὑμῶν.
Verse: 23    
καὶ ἔσται μῆνα ἐκ μηνὸς καὶ σάββατον ἐκ σαββάτου ἥξει πᾶσα σὰρξ ἐνώπιόν μου προσκυνῆσαι ἐν Ιερουσαλημ, εἶπεν κύριος.
Verse: 24    
καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνϑρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσϑήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.