TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 994
Previous part

Chapter: 7 
Verse: 1    Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Αχαζ τοῦ Ιωαϑαμ τοῦ υἱοῦ Οζιου βασιλέως Ιουδα ἀνέβη Ραασσων βασιλεὺς Αραμ καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ ἐπὶ Ιερουσαλημ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήϑησαν πολιορκῆσαι αὐτήν.
Verse: 2    
καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυιδ λέγοντες Συνεϕώνησεν Αραμ πρὸς τὸν Εϕραιμ· καὶ ἐξέστη ψυχὴ αὐτοῦ καὶ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευϑῇ.
Verse: 3    
καὶ εἶπεν κύριος πρὸς Ησαιαν ῎Εξελϑε εἰς συνάντησιν Αχαζ σὺ καὶ καταλειϕϑεὶς Ιασουβ υἱός σου πρὸς τὴν κολυμβήϑραν τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναϕέως
Verse: 4    
καὶ ἐρεῖς αὐτῷ Φύλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ ϕοβοῦ, μηδὲ ψυχή σου ἀσϑενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ὀργὴ τοῦ ϑυμοῦ μου γένηται, πάλιν ἰάσομαι.
Verse: 5    
καὶ υἱὸς τοῦ Αραμ καὶ υἱὸς τοῦ Ρομελιου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σοῦ λέγοντες
Verse: 6    
᾽Αναβησόμεϑα εἰς τὴν Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεηλ,
Verse: 7    
τάδε λέγει κύριος σαβαωϑ Οὐ μὴ ἐμμείνῃ βουλὴ αὕτη οὐδὲ ἔσται·
Verse: 8    
ἀλλ' κεϕαλὴ Αραμ Δαμασκός, ἀλλ' ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει βασιλεία Εϕραιμ ἀπὸ λαοῦ,
Verse: 9    
καὶ κεϕαλὴ Εϕραιμ Σομορων, καὶ κεϕαλὴ Σομορων υἱὸς τοῦ Ρομελιου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.
Verse: 10    
Καὶ προσέϑετο κύριος λαλῆσαι τῷ Αχαζ λέγων
Verse: 11    
Αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου ϑεοῦ σου εἰς βάϑος εἰς ὕψος.
Verse: 12    
καὶ εἶπεν Αχαζ Οὐ μὴ αἰτήσω οὐδ' οὐ μὴ πειράσω κύριον.
Verse: 13    
καὶ εἶπεν ᾽Ακούσατε δή, οἶκος Δαυιδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνϑρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα;
Verse: 14    
διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ παρϑένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Εμμανουηλ·
Verse: 15    
βούτυρον καὶ μέλι ϕάγεται· πρὶν γνῶναι αὐτὸν προελέσϑαι πονηρὰ ἐκλέξεται τὸ ἀγαϑόν·
Verse: 16    
διότι πρὶν γνῶναι τὸ παιδίον ἀγαϑὸν κακὸν ἀπειϑεῖ πονηρίᾳ τοῦ ἐκλέξασϑαι τὸ ἀγαϑόν, καὶ καταλειϕϑήσεται γῆ, ἣν σὺ ϕοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.
Verse: 17    
ἀλλὰ ἐπάξει ϑεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν ἀϕ' ἧς ἡμέρας ἀϕεῖλεν Εϕραιμ ἀπὸ Ιουδα, τὸν βασιλέα τῶν ᾽Ασσυρίων.
Verse: 18    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ κύριος μυίαις, κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἐστιν ἐν χώρᾳ ᾽Ασσυρίων,
Verse: 19    
καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ταῖς ϕάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ.
Verse: 20    
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεϑυσμένῳ, ἐστιν πέραν τοῦ ποταμοῦ βασιλέως ᾽Ασσυρίων, τὴν κεϕαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀϕελεῖ.
Verse: 21    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ϑρέψει ἄνϑρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα,
Verse: 22    
καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι ϕάγεται πᾶς καταλειϕϑεὶς ἐπὶ τῆς γῆς.
Verse: 23    
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος, οὗ ἐὰν ὦσιν χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανϑαν·
Verse: 24    
μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανϑα ἔσται πᾶσα γῆ.
Verse: 25    
καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαϑήσεται, καὶ οὐ μὴ ἐπέλϑῃ ἐκεῖ ϕόβος· ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνϑης εἰς βόσκημα προβάτου καὶ εἰς καταπάτημα βοός.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.