TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 996
Previous part

Chapter: 9 
Verse: 1     λαὸς πορευόμενος ἐν σκότει, ἴδετε ϕῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ ϑανάτου, ϕῶς λάμψει ἐϕ' ὑμᾶς.
Verse: 2    
τὸ πλεῖστον τοῦ λαοῦ, κατήγαγες ἐν εὐϕροσύνῃ σου, καὶ εὐϕρανϑήσονται ἐνώπιόν σου ὡς οἱ εὐϕραινόμενοι ἐν ἀμήτῳ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.
Verse: 3    
διότι ἀϕῄρηται ζυγὸς ἐπ' αὐτῶν κείμενος καὶ ῥάβδος ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν κύριος ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιαμ.
Verse: 4    
ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτείσουσιν καὶ ϑελήσουσιν εἰ ἐγενήϑησαν πυρίκαυστοι.
Verse: 5    
ὅτι παιδίον ἐγεννήϑη ἡμῖν, υἱὸς καὶ ἐδόϑη ἡμῖν, οὗ ἀρχὴ ἐγενήϑη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας, εἰρήνην καὶ ὑγίειαν αὐτῷ.
Verse: 6    
μεγάλη ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν ϑρόνον Δαυιδ καὶ τὴν βασιλείαν αὐτοῦ κατορϑῶσαι αὐτὴν καὶ ἀντιλαβέσϑαι αὐτῆς ἐν δικαιοσύνῃ καὶ ἐν κρίματι ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ζῆλος κυρίου σαβαωϑ ποιήσει ταῦτα.
Verse: 7    
Θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ιακωβ, καὶ ἦλϑεν ἐπὶ Ισραηλ,
Verse: 8    
καὶ γνώσονται πᾶς λαὸς τοῦ Εϕραιμ καὶ οἱ ἐγκαϑήμενοι ἐν Σαμαρείᾳ ἐϕ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες
Verse: 9    
Πλίνϑοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίϑους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.
Verse: 10    
καὶ ῥάξει ϑεὸς τοὺς ἐπανιστανομένους ἐπ' ὄρος Σιων ἐπ' αὐτοὺς καὶ τοὺς ἐχϑροὺς αὐτῶν διασκεδάσει,
Verse: 11    
Συρίαν ἀϕ' ἡλίου ἀνατολῶν καὶ τοὺς ῞Ελληνας ἀϕ' ἡλίου δυσμῶν τοὺς κατεσϑίοντας τὸν Ισραηλ ὅλῳ τῷ στόματι. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράϕη ϑυμός, ἀλλ' ἔτι χεὶρ ὑψηλή.
Verse: 12    
καὶ λαὸς οὐκ ἀπεστράϕη, ἕως ἐπλήγη, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν.
Verse: 13    
καὶ ἀϕεῖλεν κύριος ἀπὸ Ισραηλ κεϕαλὴν καὶ οὐράν, μέγαν καὶ μικρὸν ἐν μιᾷ ἡμέρᾳ,
Verse: 14    
πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα ϑαυμάζοντας [αὕτη ἀρχή] καὶ προϕήτην διδάσκοντα ἄνομα [οὗτος οὐρά].
Verse: 15    
καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν τοῦτον πλανῶντες καὶ πλανῶσιν ὅπως καταπίωσιν αὐτούς.
Verse: 16    
διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐϕρανϑήσεται ϑεὸς καὶ τοὺς ὀρϕανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει, ὅτι πάντες ἄνομοι καὶ πονηροί, καὶ πᾶν στόμα λαλεῖ ἄδικα. ἐπὶ πᾶσιν τούτοις οὐκ ἀπεστράϕη ϑυμός, ἀλλ' ἔτι χεὶρ ὑψηλή.
Verse: 17    
καὶ καυϑήσεται ὡς πῦρ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωϑήσεται ὑπὸ πυρός· καὶ καυϑήσεται ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταϕάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα.
Verse: 18    
διὰ ϑυμὸν ὀργῆς κυρίου συγκέκαυται γῆ ὅλη, καὶ ἔσται λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος· ἄνϑρωπος τὸν ἀδελϕὸν αὐτοῦ οὐκ ἐλεήσει,
Verse: 19    
ἀλλὰ ἐκκλινεῖ εἰς τὰ δεξιά, ὅτι πεινάσει, καὶ ϕάγεται ἐκ τῶν ἀριστερῶν, καὶ οὐ μὴ ἐμπλησϑῇ ἄνϑρωπος ἔσϑων τὰς σάρκας τοῦ βραχίονος αὐτοῦ.
Verse: 20    
ϕάγεται γὰρ Μανασση τοῦ Εϕραιμ καὶ Εϕραιμ τοῦ Μανασση, ὅτι ἅμα πολιορκήσουσιν τὸν Ιουδαν. ἐπὶ τούτοις πᾶσιν οὐκ ἀπεστράϕη ϑυμός, ἀλλ' ἔτι χεὶρ ὑψηλή.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.