TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1054
Previous part

Book: Jer. 
ΙΕΡΕΜΙΑΣ


Chapter: 1 
Verse: 1    Τὸ ῥῆμα τοῦ ϑεοῦ, ἐγένετο ἐπὶ Ιερεμιαν τὸν τοῦ Χελκιου ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Αναϑωϑ ἐν γῇ Βενιαμιν·
Verse: 2    
ὃς ἐγενήϑη λόγος τοῦ ϑεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις Ιωσια υἱοῦ Αμως βασιλέως Ιουδα ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ·
Verse: 3    
καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως ἑνδεκάτου ἔτους Σεδεκια υἱοῦ Ιωσια βασιλέως Ιουδα ἕως τῆς αἰχμαλωσίας Ιερουσαλημ ἐν τῷ πέμπτῳ μηνί.
Verse: 4    
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 5    
Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελϑεῖν ἐκ μήτρας ἡγίακά σε, προϕήτην εἰς ἔϑνη τέϑεικά σε.
Verse: 6    
καὶ εἶπα ῏Ω δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι.
Verse: 7    
καὶ εἶπεν κύριος πρός με Μὴ λέγε ὅτι Νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις·
Verse: 8    
μὴ ϕοβηϑῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσϑαί σε, λέγει κύριος.
Verse: 9    
καὶ ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με ᾽Ιδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου·
Verse: 10    
ἰδοὺ κατέστακά σε σήμερον ἐπὶ ἔϑνη καὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταϕυτεύειν.
Verse: 11    
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων Τί σὺ ὁρᾷς, Ιερεμια; καὶ εἶπα Βακτηρίαν καρυίνην.
Verse: 12    
καὶ εἶπεν κύριος πρός με Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς.
Verse: 13    
καὶ ἐγένετο λόγος κυρίου πρός με ἐκ δευτέρου λέγων Τί σὺ ὁρᾷς; καὶ εἶπα Λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ.
Verse: 14    
καὶ εἶπεν κύριος πρός με ᾽Απὸ προσώπου βορρᾶ ἐκκαυϑήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
Verse: 15    
διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας ἀπὸ βορρᾶ τῆς γῆς, λέγει κύριος, καὶ ἥξουσιν καὶ ϑήσουσιν ἕκαστος τὸν ϑρόνον αὐτοῦ ἐπὶ τὰ πρόϑυρα τῶν πυλῶν Ιερουσαλημ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα.
Verse: 16    
καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με καὶ ἔϑυσαν ϑεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
Verse: 17    
καὶ σὺ περίζωσαι τὴν ὀσϕύν σου καὶ ἀνάστηϑι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι· μὴ ϕοβηϑῇς ἀπὸ προσώπου αὐτῶν μηδὲ πτοηϑῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσϑαί σε, λέγει κύριος.
Verse: 18    
ἰδοὺ τέϑεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν ὀχυρὸν ἅπασιν τοῖς βασιλεῦσιν Ιουδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς,
Verse: 19    
καὶ πολεμήσουσίν σε καὶ οὐ μὴ δύνωνται πρὸς σέ, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσϑαί σε, εἶπεν κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.