TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1064
Previous part

Chapter: 11 
Verse: 1    ῾Ο λόγος γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
Verse: 2    
᾽Ακούσατε τοὺς λόγους τῆς διαϑήκης ταύτης. καὶ λαλήσεις πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ·
Verse: 3    
καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος ϑεὸς Ισραηλ ᾽Επικατάρατος ἄνϑρωπος, ὃς οὐκ ἀκούσεται τῶν λόγων τῆς διαϑήκης ταύτης,
Verse: 4    
ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐν ἡμέρᾳ, ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐκ καμίνου τῆς σιδηρᾶς λέγων ᾽Ακούσατε τῆς ϕωνῆς μου καὶ ποιήσατε πάντα, ὅσα ἐὰν ἐντείλωμαι ὑμῖν, καὶ ἔσεσϑέ μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ϑεόν,
Verse: 5    
ὅπως στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τοῦ δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι καϑὼς ἡμέρα αὕτη. καὶ ἀπεκρίϑην καὶ εἶπα Γένοιτο, κύριε.
Verse: 6    
καὶ εἶπεν κύριος πρός με ᾽Ανάγνωϑι τοὺς λόγους τούτους ἐν πόλεσιν Ιουδα καὶ ἔξωϑεν Ιερουσαλημ λέγων ᾽Ακούσατε τοὺς λόγους τῆς διαϑήκης ταύτης καὶ ποιήσατε αὐτούς.
Verse: 8    
καὶ οὐκ ἐποίησαν.
Verse: 9    
καὶ εἶπεν κύριος πρός με Εὑρέϑη σύνδεσμος ἐν ἀνδράσιν Ιουδα καὶ ἐν τοῖς κατοικοῦσιν Ιερουσαλημ·
Verse: 10    
ἐπεστράϕησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὐτῶν τῶν πρότερον, οἳ οὐκ ἤϑελον εἰσακοῦσαι τῶν λόγων μου, καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω ϑεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ διεσκέδασαν οἶκος Ισραηλ καὶ οἶκος Ιουδα τὴν διαϑήκην μου, ἣν διεϑέμην πρὸς τοὺς πατέρας αὐτῶν.
Verse: 11    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, ἐξ ὧν οὐ δυνήσονται ἐξελϑεῖν ἐξ αὐτῶν, καὶ κεκράξονται πρός με, καὶ οὐκ εἰσακούσομαι αὐτῶν.
Verse: 12    
καὶ πορεύσονται πόλεις Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ κεκράξονται πρὸς τοὺς ϑεούς, οἷς αὐτοὶ ϑυμιῶσιν αὐτοῖς· μὴ σώσουσιν αὐτοὺς ἐν καιρῷ τῶν κακῶν αὐτῶν;
Verse: 13    
ὅτι κατ' ἀριϑμὸν τῶν πόλεών σου ἦσαν ϑεοί σου, Ιουδα, καὶ κατ' ἀριϑμὸν ἐξόδων τῆς Ιερουσαλημ ἐτάξατε βωμοὺς ϑυμιᾶν τῇ Βααλ.
Verse: 14    
καὶ σὺ μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου καὶ μὴ ἀξίου περὶ αὐτῶν ἐν δεήσει καὶ προσευχῇ, ὅτι οὐκ εἰσακούσομαι ἐν τῷ καιρῷ, ἐν ἐπικαλοῦνταί με, ἐν καιρῷ κακώσεως αὐτῶν.
Verse: 15    
τί ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησεν βδέλυγμα; μὴ εὐχαὶ καὶ κρέα ἅγια ἀϕελοῦσιν ἀπὸ σοῦ τὰς κακίας σου, τούτοις διαϕεύξῃ;
Verse: 16    
ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει ἐκάλεσεν κύριος τὸ ὄνομά σου· εἰς ϕωνὴν περιτομῆς αὐτῆς ἀνήϕϑη πῦρ ἐπ' αὐτήν, μεγάλη ϑλῖψις ἐπὶ σέ, ἠχρεώϑησαν οἱ κλάδοι αὐτῆς.
Verse: 17    
καὶ κύριος καταϕυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακὰ ἀντὶ τῆς κακίας οἴκου Ισραηλ καὶ οἴκου Ιουδα, ὅτι ἐποίησαν ἑαυτοῖς τοῦ παροργίσαι με ἐν τῷ ϑυμιᾶν αὐτοὺς τῇ Βααλ.
Verse: 18    
Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν.
Verse: 19    
ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ ϑύεσϑαι οὐκ ἔγνων· ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν λέγοντες Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησϑῇ ἔτι.
Verse: 20    
κύριε κρίνων δίκαια δοκιμάζων νεϕροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐξ αὐτῶν, ὅτι πρὸς σὲ ἀπεκάλυψα τὸ δικαίωμά μου.
Verse: 21    
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ἄνδρας Αναϑωϑ τοὺς ζητοῦντας τὴν ψυχήν μου τοὺς λέγοντας Οὐ μὴ προϕητεύσῃς ἐπὶ τῷ ὀνόματι κυρίου· εἰ δὲ μή, ἀποϑανῇ ἐν ταῖς χερσὶν ἡμῶν.
Verse: 22    
ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπ' αὐτούς· οἱ νεανίσκοι αὐτῶν ἐν μαχαίρᾳ ἀποϑανοῦνται, καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ ϑυγατέρες αὐτῶν τελευτήσουσιν ἐν λιμῷ,
Verse: 23    
καὶ ἐγκατάλειμμα οὐκ ἔσται αὐτῶν, ὅτι ἐπάξω κακὰ ἐπὶ τοὺς κατοικοῦντας ἐν Αναϑωϑ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.