TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1064
Chapter: 11
Verse: 1
῾Ο
λόγος
ὁ
γενόμενος
παρὰ
κυρίου
πρὸς
Ιερεμιαν
λέγων
Verse: 2
᾽Ακούσατε
τοὺς
λόγους
τῆς
διαϑήκης
ταύτης
.
καὶ
λαλήσεις
πρὸς
ἄνδρας
Ιουδα
καὶ
πρὸς
τοὺς
κατοικοῦντας
Ιερουσαλημ
·
Verse: 3
καὶ
ἐρεῖς
πρὸς
αὐτούς
Τάδε
λέγει
κύριος
ὁ
ϑεὸς
Ισραηλ
᾽Επικατάρατος
ὁ
ἄνϑρωπος
,
ὃς
οὐκ
ἀκούσεται
τῶν
λόγων
τῆς
διαϑήκης
ταύτης
,
Verse: 4
ἧς
ἐνετειλάμην
τοῖς
πατράσιν
ὑμῶν
ἐν
ἡμέρᾳ
,
ᾗ
ἀνήγαγον
αὐτοὺς
ἐκ
γῆς
Αἰγύπτου
ἐκ
καμίνου
τῆς
σιδηρᾶς
λέγων
᾽Ακούσατε
τῆς
ϕωνῆς
μου
καὶ
ποιήσατε
πάντα
,
ὅσα
ἐὰν
ἐντείλωμαι
ὑμῖν
,
καὶ
ἔσεσϑέ
μοι
εἰς
λαόν
,
καὶ
ἐγὼ
ἔσομαι
ὑμῖν
εἰς
ϑεόν
,
Verse: 5
ὅπως
στήσω
τὸν
ὅρκον
μου
,
ὃν
ὤμοσα
τοῖς
πατράσιν
ὑμῶν
,
τοῦ
δοῦναι
αὐτοῖς
γῆν
ῥέουσαν
γάλα
καὶ
μέλι
καϑὼς
ἡ
ἡμέρα
αὕτη
.
καὶ
ἀπεκρίϑην
καὶ
εἶπα
Γένοιτο
,
κύριε
.
Verse: 6
καὶ
εἶπεν
κύριος
πρός
με
᾽Ανάγνωϑι
τοὺς
λόγους
τούτους
ἐν
πόλεσιν
Ιουδα
καὶ
ἔξωϑεν
Ιερουσαλημ
λέγων
᾽Ακούσατε
τοὺς
λόγους
τῆς
διαϑήκης
ταύτης
καὶ
ποιήσατε
αὐτούς
.
Verse: 8
καὶ
οὐκ
ἐποίησαν
.
Verse: 9
καὶ
εἶπεν
κύριος
πρός
με
Εὑρέϑη
σύνδεσμος
ἐν
ἀνδράσιν
Ιουδα
καὶ
ἐν
τοῖς
κατοικοῦσιν
Ιερουσαλημ
·
Verse: 10
ἐπεστράϕησαν
ἐπὶ
τὰς
ἀδικίας
τῶν
πατέρων
αὐτῶν
τῶν
πρότερον
,
οἳ
οὐκ
ἤϑελον
εἰσακοῦσαι
τῶν
λόγων
μου
,
καὶ
ἰδοὺ
αὐτοὶ
βαδίζουσιν
ὀπίσω
ϑεῶν
ἀλλοτρίων
τοῦ
δουλεύειν
αὐτοῖς
,
καὶ
διεσκέδασαν
οἶκος
Ισραηλ
καὶ
οἶκος
Ιουδα
τὴν
διαϑήκην
μου
,
ἣν
διεϑέμην
πρὸς
τοὺς
πατέρας
αὐτῶν
.
Verse: 11
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
᾽Ιδοὺ
ἐγὼ
ἐπάγω
ἐπὶ
τὸν
λαὸν
τοῦτον
κακά
,
ἐξ
ὧν
οὐ
δυνήσονται
ἐξελϑεῖν
ἐξ
αὐτῶν
,
καὶ
κεκράξονται
πρός
με
,
καὶ
οὐκ
εἰσακούσομαι
αὐτῶν
.
Verse: 12
καὶ
πορεύσονται
πόλεις
Ιουδα
καὶ
οἱ
κατοικοῦντες
Ιερουσαλημ
καὶ
κεκράξονται
πρὸς
τοὺς
ϑεούς
,
οἷς
αὐτοὶ
ϑυμιῶσιν
αὐτοῖς
·
μὴ
σώσουσιν
αὐτοὺς
ἐν
καιρῷ
τῶν
κακῶν
αὐτῶν
;
Verse: 13
ὅτι
κατ
'
ἀριϑμὸν
τῶν
πόλεών
σου
ἦσαν
ϑεοί
σου
,
Ιουδα
,
καὶ
κατ
'
ἀριϑμὸν
ἐξόδων
τῆς
Ιερουσαλημ
ἐτάξατε
βωμοὺς
ϑυμιᾶν
τῇ
Βααλ
.
Verse: 14
καὶ
σὺ
μὴ
προσεύχου
περὶ
τοῦ
λαοῦ
τούτου
καὶ
μὴ
ἀξίου
περὶ
αὐτῶν
ἐν
δεήσει
καὶ
προσευχῇ
,
ὅτι
οὐκ
εἰσακούσομαι
ἐν
τῷ
καιρῷ
,
ἐν
ᾧ
ἐπικαλοῦνταί
με
,
ἐν
καιρῷ
κακώσεως
αὐτῶν
.
Verse: 15
τί
ἡ
ἠγαπημένη
ἐν
τῷ
οἴκῳ
μου
ἐποίησεν
βδέλυγμα
;
μὴ
εὐχαὶ
καὶ
κρέα
ἅγια
ἀϕελοῦσιν
ἀπὸ
σοῦ
τὰς
κακίας
σου
,
ἢ
τούτοις
διαϕεύξῃ
;
Verse: 16
ἐλαίαν
ὡραίαν
εὔσκιον
τῷ
εἴδει
ἐκάλεσεν
κύριος
τὸ
ὄνομά
σου
·
εἰς
ϕωνὴν
περιτομῆς
αὐτῆς
ἀνήϕϑη
πῦρ
ἐπ
'
αὐτήν
,
μεγάλη
ἡ
ϑλῖψις
ἐπὶ
σέ
,
ἠχρεώϑησαν
οἱ
κλάδοι
αὐτῆς
.
Verse: 17
καὶ
κύριος
ὁ
καταϕυτεύσας
σε
ἐλάλησεν
ἐπὶ
σὲ
κακὰ
ἀντὶ
τῆς
κακίας
οἴκου
Ισραηλ
καὶ
οἴκου
Ιουδα
,
ὅτι
ἐποίησαν
ἑαυτοῖς
τοῦ
παροργίσαι
με
ἐν
τῷ
ϑυμιᾶν
αὐτοὺς
τῇ
Βααλ
.
Verse: 18
Κύριε
,
γνώρισόν
μοι
,
καὶ
γνώσομαι
·
τότε
εἶδον
τὰ
ἐπιτηδεύματα
αὐτῶν
.
Verse: 19
ἐγὼ
δὲ
ὡς
ἀρνίον
ἄκακον
ἀγόμενον
τοῦ
ϑύεσϑαι
οὐκ
ἔγνων
·
ἐπ
'
ἐμὲ
ἐλογίσαντο
λογισμὸν
πονηρὸν
λέγοντες
Δεῦτε
καὶ
ἐμβάλωμεν
ξύλον
εἰς
τὸν
ἄρτον
αὐτοῦ
καὶ
ἐκτρίψωμεν
αὐτὸν
ἀπὸ
γῆς
ζώντων
,
καὶ
τὸ
ὄνομα
αὐτοῦ
οὐ
μὴ
μνησϑῇ
ἔτι
.
Verse: 20
κύριε
κρίνων
δίκαια
δοκιμάζων
νεϕροὺς
καὶ
καρδίας
,
ἴδοιμι
τὴν
παρὰ
σοῦ
ἐκδίκησιν
ἐξ
αὐτῶν
,
ὅτι
πρὸς
σὲ
ἀπεκάλυψα
τὸ
δικαίωμά
μου
.
Verse: 21
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
ἐπὶ
τοὺς
ἄνδρας
Αναϑωϑ
τοὺς
ζητοῦντας
τὴν
ψυχήν
μου
τοὺς
λέγοντας
Οὐ
μὴ
προϕητεύσῃς
ἐπὶ
τῷ
ὀνόματι
κυρίου
·
εἰ
δὲ
μή
,
ἀποϑανῇ
ἐν
ταῖς
χερσὶν
ἡμῶν
.
Verse: 22
ἰδοὺ
ἐγὼ
ἐπισκέψομαι
ἐπ
'
αὐτούς
·
οἱ
νεανίσκοι
αὐτῶν
ἐν
μαχαίρᾳ
ἀποϑανοῦνται
,
καὶ
οἱ
υἱοὶ
αὐτῶν
καὶ
αἱ
ϑυγατέρες
αὐτῶν
τελευτήσουσιν
ἐν
λιμῷ
,
Verse: 23
καὶ
ἐγκατάλειμμα
οὐκ
ἔσται
αὐτῶν
,
ὅτι
ἐπάξω
κακὰ
ἐπὶ
τοὺς
κατοικοῦντας
ἐν
Αναϑωϑ
ἐν
ἐνιαυτῷ
ἐπισκέψεως
αὐτῶν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.