TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1065
Previous part

Chapter: 12 
Verse: 1    Δίκαιος εἶ, κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐϑήνησαν πάντες οἱ ἀϑετοῦντες ἀϑετήματα;
Verse: 2    
ἐϕύτευσας αὐτοὺς καὶ ἐρριζώϑησαν, ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεϕρῶν αὐτῶν.
Verse: 3    
καὶ σύ, κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σϕαγῆς αὐτῶν.
Verse: 4    
ἕως πότε πενϑήσει γῆ καὶ πᾶς χόρτος τοῦ ἀγροῦ ξηρανϑήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠϕανίσϑησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν Οὐκ ὄψεται ϑεὸς ὁδοὺς ἡμῶν.
Verse: 5    
σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε· πῶς παρασκευάσῃ ἐϕ' ἵπποις; καὶ ἐν γῇ εἰρήνης σὺ πέποιϑας· πῶς ποιήσεις ἐν ϕρυάγματι τοῦ Ιορδάνου;
Verse: 6    
ὅτι καὶ οἱ ἀδελϕοί σου καὶ οἶκος τοῦ πατρός σου, καὶ οὗτοι ἠϑέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχϑησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσιν πρὸς σὲ καλά.
Verse: 7    
᾽Εγκαταλέλοιπα τὸν οἶκόν μου, ἀϕῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχϑρῶν αὐτῆς.
Verse: 8    
ἐγενήϑη κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ' ἐμὲ τὴν ϕωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν.
Verse: 9    
μὴ σπήλαιον ὑαίνης κληρονομία μου ἐμοὶ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε συναγάγετε πάντα τὰ ϑηρία τοῦ ἀγροῦ, καὶ ἐλϑέτωσαν τοῦ ϕαγεῖν αὐτήν.
Verse: 10    
ποιμένες πολλοὶ διέϕϑειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιϑυμητήν μου εἰς ἔρημον ἄβατον·
Verse: 11    
ἐτέϑη εἰς ἀϕανισμὸν ἀπωλείας, δι' ἐμὲ ἀϕανισμῷ ἠϕανίσϑη πᾶσα γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιϑέμενος ἐν καρδίᾳ.
Verse: 12    
ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλϑον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ κυρίου καταϕάγεται ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί.
Verse: 13    
σπείρατε πυροὺς καὶ ἀκάνϑας ϑερίσατε· οἱ κλῆροι αὐτῶν οὐκ ὠϕελήσουσιν αὐτούς· αἰσχύνϑητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι κυρίου.
Verse: 14    
῞Οτι τάδε λέγει κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ισραηλ ᾽Ιδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν Ιουδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν.
Verse: 15    
καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ.
Verse: 16    
καὶ ἔσται ἐὰν μαϑόντες μάϑωσιν τὴν ὁδὸν τοῦ λαοῦ μου τοῦ ὀμνύειν τῷ ὀνόματί μου Ζῇ κύριος, καϑὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βααλ, καὶ οἰκοδομηϑήσονται ἐν μέσῳ τοῦ λαοῦ μου·
Verse: 17    
ἐὰν δὲ μὴ ἐπιστρέψωσιν, καὶ ἐξαρῶ τὸ ἔϑνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.