TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1065
Chapter: 12
Verse: 1
Δίκαιος
εἶ
,
κύριε
,
ὅτι
ἀπολογήσομαι
πρὸς
σέ
,
πλὴν
κρίματα
λαλήσω
πρὸς
σέ
·
τί
ὅτι
ὁδὸς
ἀσεβῶν
εὐοδοῦται
,
εὐϑήνησαν
πάντες
οἱ
ἀϑετοῦντες
ἀϑετήματα
;
Verse: 2
ἐϕύτευσας
αὐτοὺς
καὶ
ἐρριζώϑησαν
,
ἐτεκνοποίησαν
καὶ
ἐποίησαν
καρπόν
·
ἐγγὺς
εἶ
σὺ
τοῦ
στόματος
αὐτῶν
καὶ
πόρρω
ἀπὸ
τῶν
νεϕρῶν
αὐτῶν
.
Verse: 3
καὶ
σύ
,
κύριε
,
γινώσκεις
με
,
δεδοκίμακας
τὴν
καρδίαν
μου
ἐναντίον
σου
·
ἅγνισον
αὐτοὺς
εἰς
ἡμέραν
σϕαγῆς
αὐτῶν
.
Verse: 4
ἕως
πότε
πενϑήσει
ἡ
γῆ
καὶ
πᾶς
ὁ
χόρτος
τοῦ
ἀγροῦ
ξηρανϑήσεται
ἀπὸ
κακίας
τῶν
κατοικούντων
ἐν
αὐτῇ
;
ἠϕανίσϑησαν
κτήνη
καὶ
πετεινά
,
ὅτι
εἶπαν
Οὐκ
ὄψεται
ὁ
ϑεὸς
ὁδοὺς
ἡμῶν
.
Verse: 5
σοῦ
οἱ
πόδες
τρέχουσιν
καὶ
ἐκλύουσίν
σε
·
πῶς
παρασκευάσῃ
ἐϕ
'
ἵπποις
;
καὶ
ἐν
γῇ
εἰρήνης
σὺ
πέποιϑας
·
πῶς
ποιήσεις
ἐν
ϕρυάγματι
τοῦ
Ιορδάνου
;
Verse: 6
ὅτι
καὶ
οἱ
ἀδελϕοί
σου
καὶ
ὁ
οἶκος
τοῦ
πατρός
σου
,
καὶ
οὗτοι
ἠϑέτησάν
σε
,
καὶ
αὐτοὶ
ἐβόησαν
,
ἐκ
τῶν
ὀπίσω
σου
ἐπισυνήχϑησαν
·
μὴ
πιστεύσῃς
ἐν
αὐτοῖς
,
ὅτι
λαλήσουσιν
πρὸς
σὲ
καλά
.
Verse: 7
᾽Εγκαταλέλοιπα
τὸν
οἶκόν
μου
,
ἀϕῆκα
τὴν
κληρονομίαν
μου
,
ἔδωκα
τὴν
ἠγαπημένην
ψυχήν
μου
εἰς
χεῖρας
ἐχϑρῶν
αὐτῆς
.
Verse: 8
ἐγενήϑη
ἡ
κληρονομία
μου
ἐμοὶ
ὡς
λέων
ἐν
δρυμῷ
·
ἔδωκεν
ἐπ
'
ἐμὲ
τὴν
ϕωνὴν
αὐτῆς
,
διὰ
τοῦτο
ἐμίσησα
αὐτήν
.
Verse: 9
μὴ
σπήλαιον
ὑαίνης
ἡ
κληρονομία
μου
ἐμοὶ
ἢ
σπήλαιον
κύκλῳ
αὐτῆς
;
βαδίσατε
συναγάγετε
πάντα
τὰ
ϑηρία
τοῦ
ἀγροῦ
,
καὶ
ἐλϑέτωσαν
τοῦ
ϕαγεῖν
αὐτήν
.
Verse: 10
ποιμένες
πολλοὶ
διέϕϑειραν
τὸν
ἀμπελῶνά
μου
,
ἐμόλυναν
τὴν
μερίδα
μου
,
ἔδωκαν
μερίδα
ἐπιϑυμητήν
μου
εἰς
ἔρημον
ἄβατον
·
Verse: 11
ἐτέϑη
εἰς
ἀϕανισμὸν
ἀπωλείας
,
δι
'
ἐμὲ
ἀϕανισμῷ
ἠϕανίσϑη
πᾶσα
ἡ
γῆ
,
ὅτι
οὐκ
ἔστιν
ἀνὴρ
τιϑέμενος
ἐν
καρδίᾳ
.
Verse: 12
ἐπὶ
πᾶσαν
διεκβολὴν
ἐν
τῇ
ἐρήμῳ
ἦλϑον
ταλαιπωροῦντες
,
ὅτι
μάχαιρα
τοῦ
κυρίου
καταϕάγεται
ἀπ
'
ἄκρου
τῆς
γῆς
ἕως
ἄκρου
τῆς
γῆς
,
οὐκ
ἔστιν
εἰρήνη
πάσῃ
σαρκί
.
Verse: 13
σπείρατε
πυροὺς
καὶ
ἀκάνϑας
ϑερίσατε
·
οἱ
κλῆροι
αὐτῶν
οὐκ
ὠϕελήσουσιν
αὐτούς
·
αἰσχύνϑητε
ἀπὸ
καυχήσεως
ὑμῶν
,
ἀπὸ
ὀνειδισμοῦ
ἔναντι
κυρίου
.
Verse: 14
῞Οτι
τάδε
λέγει
κύριος
περὶ
πάντων
τῶν
γειτόνων
τῶν
πονηρῶν
τῶν
ἁπτομένων
τῆς
κληρονομίας
μου
,
ἧς
ἐμέρισα
τῷ
λαῷ
μου
Ισραηλ
᾽Ιδοὺ
ἐγὼ
ἀποσπῶ
αὐτοὺς
ἀπὸ
τῆς
γῆς
αὐτῶν
καὶ
τὸν
Ιουδαν
ἐκβαλῶ
ἐκ
μέσου
αὐτῶν
.
Verse: 15
καὶ
ἔσται
μετὰ
τὸ
ἐκβαλεῖν
με
αὐτοὺς
ἐπιστρέψω
καὶ
ἐλεήσω
αὐτοὺς
καὶ
κατοικιῶ
αὐτοὺς
ἕκαστον
εἰς
τὴν
κληρονομίαν
αὐτοῦ
καὶ
ἕκαστον
εἰς
τὴν
γῆν
αὐτοῦ
.
Verse: 16
καὶ
ἔσται
ἐὰν
μαϑόντες
μάϑωσιν
τὴν
ὁδὸν
τοῦ
λαοῦ
μου
τοῦ
ὀμνύειν
τῷ
ὀνόματί
μου
Ζῇ
κύριος
,
καϑὼς
ἐδίδαξαν
τὸν
λαόν
μου
ὀμνύειν
τῇ
Βααλ
,
καὶ
οἰκοδομηϑήσονται
ἐν
μέσῳ
τοῦ
λαοῦ
μου
·
Verse: 17
ἐὰν
δὲ
μὴ
ἐπιστρέψωσιν
,
καὶ
ἐξαρῶ
τὸ
ἔϑνος
ἐκεῖνο
ἐξάρσει
καὶ
ἀπωλείᾳ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.