TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1067
Previous part

Chapter: 14 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν περὶ τῆς ἀβροχίας
Verse: 2    
᾽Επένϑησεν Ιουδαία, καὶ αἱ πύλαι αὐτῆς ἐκενώϑησαν καὶ ἐσκοτώϑησαν ἐπὶ τῆς γῆς, καὶ κραυγὴ τῆς Ιερουσαλημ ἀνέβη.
Verse: 3    
καὶ οἱ μεγιστᾶνες αὐτῆς ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐϕ' ὕδωρ· ἤλϑοσαν ἐπὶ τὰ ϕρέατα καὶ οὐχ εὕροσαν ὕδωρ καὶ ἀπέστρεψαν τὰ ἀγγεῖα αὐτῶν κενά.
Verse: 4    
καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπεν, ὅτι οὐκ ἦν ὑετός· ᾐσχύνϑησαν γεωργοί, ἐπεκάλυψαν τὴν κεϕαλὴν αὐτῶν.
Verse: 5    
καὶ ἔλαϕοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη.
Verse: 6    
ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας· εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀϕϑαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας.
Verse: 7    
εἰ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν, κύριε, ποίησον ἡμῖν ἕνεκεν σοῦ, ὅτι πολλαὶ αἱ ἁμαρτίαι ἡμῶν ἐναντίον σοῦ, ὅτι σοὶ ἡμάρτομεν.
Verse: 8    
ὑπομονὴ Ισραηλ, κύριε, καὶ σῴζεις ἐν καιρῷ κακῶν· ἵνα τί ἐγενήϑης ὡσεὶ πάροικος ἐπὶ τῆς γῆς καὶ ὡς αὐτόχϑων ἐκκλίνων εἰς κατάλυμα;
Verse: 9    
μὴ ἔσῃ ὥσπερ ἄνϑρωπος ὑπνῶν ὡς ἀνὴρ οὐ δυνάμενος σῴζειν; καὶ σὺ ἐν ἡμῖν εἶ, κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐϕ' ἡμᾶς· μὴ ἐπιλάϑῃ ἡμῶν.
Verse: 10    
οὕτως λέγει κύριος τῷ λαῷ τούτῳ ᾽Ηγάπησαν κινεῖν πόδας αὐτῶν καὶ οὐκ ἐϕείσαντο, καὶ ϑεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς· νῦν μνησϑήσεται τῶν ἀδικιῶν αὐτῶν.
Verse: 11    
καὶ εἶπεν κύριος πρός με Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου εἰς ἀγαϑά·
Verse: 12    
ὅτι ἐὰν νηστεύσωσιν, οὐκ εἰσακούσομαι τῆς δεήσεως αὐτῶν, καὶ ἐὰν προσενέγκωσιν ὁλοκαυτώματα καὶ ϑυσίας, οὐκ εὐδοκήσω ἐν αὐτοῖς, ὅτι ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ϑανάτῳ ἐγὼ συντελέσω αὐτούς.
Verse: 13    
καὶ εἶπα ῏Ω κύριε, ἰδοὺ οἱ προϕῆται αὐτῶν προϕητεύουσιν καὶ λέγουσιν Οὐκ ὄψεσϑε μάχαιραν, οὐδὲ λιμὸς ἔσται ἐν ὑμῖν, ὅτι ἀλήϑειαν καὶ εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ.
Verse: 14    
καὶ εἶπεν κύριος πρός με Ψευδῆ οἱ προϕῆται προϕητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προϕητεύουσιν ὑμῖν.
Verse: 15    
διὰ τοῦτο τάδε λέγει κύριος περὶ τῶν προϕητῶν τῶν προϕητευόντων ἐπὶ τῷ ὀνόματί μου ψευδῆ, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτούς, οἳ λέγουσιν Μάχαιρα καὶ λιμὸς οὐκ ἔσται ἐπὶ τῆς γῆς ταύτης ᾽Εν ϑανάτῳ νοσερῷ ἀποϑανοῦνται, καὶ ἐν λιμῷ συντελεσϑήσονται οἱ προϕῆται·
Verse: 16    
καὶ λαός, οἷς αὐτοὶ προϕητεύουσιν αὐτοῖς, καὶ ἔσονται ἐρριμμένοι ἐν ταῖς διόδοις Ιερουσαλημ ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ, καὶ οὐκ ἔσται ϑάπτων αὐτούς, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ ϑυγατέρες αὐτῶν· καὶ ἐκχεῶ ἐπ' αὐτοὺς τὰ κακὰ αὐτῶν.
Verse: 17    
καὶ ἐρεῖς πρὸς αὐτοὺς τὸν λόγον τοῦτον Καταγάγετε ἐπ' ὀϕϑαλμοὺς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός, καὶ μὴ διαλιπέτωσαν, ὅτι συντρίμματι συνετρίβη ϑυγάτηρ λαοῦ μου καὶ πληγῇ ὀδυνηρᾷ σϕόδρα.
Verse: 18    
ἐὰν ἐξέλϑω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι μαχαίρας, καὶ ἐὰν εἰσέλϑω εἰς τὴν πόλιν, καὶ ἰδοὺ πόνος λιμοῦ· ὅτι ἱερεὺς καὶ προϕήτης ἐπορεύϑησαν εἰς γῆν, ἣν οὐκ ᾔδεισαν.
Verse: 19    
μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ιουδαν, καὶ ἀπὸ Σιων ἀπέστη ψυχή σου; ἵνα τί ἔπαισας ἡμᾶς, καὶ οὐκ ἔστιν ἡμῖν ἴασις; ὑπεμείναμεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαϑά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ ταραχή.
Verse: 20    
ἔγνωμεν, κύριε, ἁμαρτήματα ἡμῶν, ἀδικίας πατέρων ἡμῶν, ὅτι ἡμάρτομεν ἐναντίον σου.
Verse: 21    
κόπασον διὰ τὸ ὄνομά σου, μὴ ἀπολέσῃς ϑρόνον δόξης σου· μνήσϑητι, μὴ διασκεδάσῃς τὴν διαϑήκην σου τὴν μεϑ' ἡμῶν.
Verse: 22    
μὴ ἔστιν ἐν εἰδώλοις τῶν ἐϑνῶν ὑετίζων; καὶ εἰ οὐρανὸς δώσει πλησμονὴν αὐτοῦ; οὐχὶ σὺ εἶ αὐτός; καὶ ὑπομενοῦμέν σε, ὅτι σὺ ἐποίησας πάντα ταῦτα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.