TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1069
Previous part

Chapter: 16 
Verse: 1    Καὶ σὺ μὴ λάβῃς γυναῖκα, λέγει κύριος ϑεὸς Ισραηλ,
Verse: 2    
καὶ οὐ γεννηϑήσεταί σοι υἱὸς οὐδὲ ϑυγάτηρ ἐν τῷ τόπῳ τούτῳ.
Verse: 3    
ὅτι τάδε λέγει κύριος περὶ τῶν υἱῶν καὶ περὶ τῶν ϑυγατέρων τῶν γεννωμένων ἐν τῷ τόπῳ τούτῳ καὶ περὶ τῶν μητέρων αὐτῶν τῶν τετοκυιῶν αὐτοὺς καὶ περὶ τῶν πατέρων αὐτῶν τῶν γεγεννηκότων αὐτοὺς ἐν τῇ γῇ ταύτῃ
Verse: 4    
᾽Εν ϑανάτῳ νοσερῷ ἀποϑανοῦνται, οὐ κοπήσονται καὶ οὐ ταϕήσονται· εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς ἔσονται καὶ τοῖς ϑηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ· ἐν μαχαίρᾳ πεσοῦνται καὶ ἐν λιμῷ συντελεσϑήσονται.
Verse: 5    
τάδε λέγει κύριος Μὴ εἰσέλϑῃς εἰς ϑίασον αὐτῶν καὶ μὴ πορευϑῇς τοῦ κόψασϑαι καὶ μὴ πενϑήσῃς αὐτούς, ὅτι ἀϕέστακα τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου.
Verse: 6    
οὐ μὴ κόψωνται αὐτοὺς οὐδὲ ἐντομίδας οὐ μὴ ποιήσωσιν καὶ οὐ ξυρήσονται,
Verse: 7    
καὶ οὐ μὴ κλασϑῇ ἄρτος ἐν πένϑει αὐτῶν εἰς παράκλησιν ἐπὶ τεϑνηκότι, οὐ ποτιοῦσιν αὐτὸν ποτήριον εἰς παράκλησιν ἐπὶ πατρὶ καὶ μητρὶ αὐτοῦ.
Verse: 8    
εἰς οἰκίαν πότου οὐκ εἰσελεύσῃ συγκαϑίσαι μετ' αὐτῶν τοῦ ϕαγεῖν καὶ πιεῖν.
Verse: 9    
διότι τάδε λέγει κύριος ϑεὸς Ισραηλ ᾽Ιδοὺ ἐγὼ καταλύω ἐκ τοῦ τόπου τούτου ἐνώπιον τῶν ὀϕϑαλμῶν ὑμῶν καὶ ἐν ταῖς ἡμέραις ὑμῶν ϕωνὴν χαρᾶς καὶ ϕωνὴν εὐϕροσύνης, ϕωνὴν νυμϕίου καὶ ϕωνὴν νύμϕης.
Verse: 10    
καὶ ἔσται ὅταν ἀναγγείλῃς τῷ λαῷ τούτῳ ἅπαντα τὰ ῥήματα ταῦτα καὶ εἴπωσιν πρὸς σέ Διὰ τί ἐλάλησεν κύριος ἐϕ' ἡμᾶς πάντα τὰ κακὰ ταῦτα; τίς ἀδικία ἡμῶν; καὶ τίς ἁμαρτία ἡμῶν, ἣν ἡμάρτομεν ἔναντι κυρίου τοῦ ϑεοῦ ἡμῶν;
Verse: 11    
καὶ ἐρεῖς αὐτοῖς ᾽Ανϑ' ὧν ἐγκατέλιπόν με οἱ πατέρες ὑμῶν, λέγει κύριος, καὶ ᾤχοντο ὀπίσω ϑεῶν ἀλλοτρίων καὶ ἐδούλευσαν αὐτοῖς καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐμὲ ἐγκατέλιπον καὶ τὸν νόμον μου οὐκ ἐϕυλάξαντο,
Verse: 12    
καὶ ὑμεῖς ἐπονηρεύσασϑε ὑπὲρ τοὺς πατέρας ὑμῶν καὶ ἰδοὺ ὑμεῖς πορεύεσϑε ἕκαστος ὀπίσω τῶν ἀρεστῶν τῆς καρδίας ὑμῶν τῆς πονηρᾶς τοῦ μὴ ὑπακούειν μου,
Verse: 13    
καὶ ἀπορρίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ ϑεοῖς ἑτέροις, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος.
Verse: 14    
Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ κύριος ἀναγαγὼν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου,
Verse: 15    
ἀλλά Ζῇ κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ισραηλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἐξώσϑησαν ἐκεῖ· καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τὴν γῆν αὐτῶν, ἣν ἔδωκα τοῖς πατράσιν αὐτῶν.
Verse: 16    
ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλεεῖς τοὺς πολλούς, λέγει κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ τοὺς πολλοὺς ϑηρευτάς, καὶ ϑηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν.
Verse: 17    
ὅτι οἱ ὀϕϑαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀϕϑαλμῶν μου.
Verse: 18    
καὶ ἀνταποδώσω διπλᾶς τὰς ἀδικίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐϕ' αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς ϑνησιμαίοις τῶν βδελυγμάτων αὐτῶν καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἐπλημμέλησαν τὴν κληρονομίαν μου.
Verse: 19    
κύριε ἰσχύς μου καὶ βοήϑειά μου καὶ καταϕυγή μου ἐν ἡμέρᾳ κακῶν, πρὸς σὲ ἔϑνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν ῾Ως ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠϕέλημα.
Verse: 20    
εἰ ποιήσει ἑαυτῷ ἄνϑρωπος ϑεούς; καὶ οὗτοι οὔκ εἰσιν ϑεοί.
Verse: 21    
διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ὄνομά μοι κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.