TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1070
Previous part

Chapter: 17 
Verse: 5    ᾽Επικατάρατος ἄνϑρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνϑρωπον καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ ἐπ' αὐτόν, καὶ ἀπὸ κυρίου ἀποστῇ καρδία αὐτοῦ·
Verse: 6    
καὶ ἔσται ὡς ἀγριομυρίκη ἐν τῇ ἐρήμῳ, οὐκ ὄψεται ὅταν ἔλϑῃ τὰ ἀγαϑά, καὶ κατασκηνώσει ἐν ἁλίμοις καὶ ἐν ἐρήμῳ, ἐν γῇ ἁλμυρᾷ ἥτις οὐ κατοικεῖται.
Verse: 7    
καὶ εὐλογημένος ἄνϑρωπος, ὃς πέποιϑεν ἐπὶ τῷ κυρίῳ, καὶ ἔσται κύριος ἐλπὶς αὐτοῦ·
Verse: 8    
καὶ ἔσται ὡς ξύλον εὐϑηνοῦν παρ' ὕδατα καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ καὶ οὐ ϕοβηϑήσεται ὅταν ἔλϑῃ καῦμα, καὶ ἔσται ἐπ' αὐτῷ στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ ϕοβηϑήσεται καὶ οὐ διαλείψει ποιῶν καρπόν.
Verse: 9    
βαϑεῖα καρδία παρὰ πάντα, καὶ ἄνϑρωπός ἐστιν· καὶ τίς γνώσεται αὐτόν;
Verse: 10    
ἐγὼ κύριος ἐτάζων καρδίας καὶ δοκιμάζων νεϕροὺς τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.
Verse: 11    
ἐϕώνησεν πέρδιξ, συνήγαγεν οὐκ ἔτεκεν· ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν, καὶ ἐπ' ἐσχάτων αὐτοῦ ἔσται ἄϕρων.
Verse: 12    
Θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμῶν
Verse: 13    
ὑπομονὴ Ισραηλ κύριε, πάντες οἱ καταλιπόντες σε καταισχυνϑήτωσαν, ἀϕεστηκότες ἐπὶ τῆς γῆς γραϕήτωσαν, ὅτι ἐγκατέλιπον πηγὴν ζωῆς τὸν κύριον.
Verse: 14    
ἴασαί με, κύριε, καὶ ἰαϑήσομαι· σῶσόν με, καὶ σωϑήσομαι· ὅτι καύχημά μου σὺ εἶ.
Verse: 15    
ἰδοὺ αὐτοὶ λέγουσι πρός με Ποῦ ἐστιν λόγος κυρίου; ἐλϑάτω.
Verse: 16    
ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουϑῶν ὀπίσω σου καὶ ἡμέραν ἀνϑρώπου οὐκ ἐπεϑύμησα, σὺ ἐπίστῃ· τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσώπου σού ἐστιν.
Verse: 17    
μὴ γενηϑῇς μοι εἰς ἀλλοτρίωσιν ϕειδόμενός μου ἐν ἡμέρᾳ πονηρᾷ.
Verse: 18    
καταισχυνϑήτωσαν οἱ διώκοντές με, καὶ μὴ καταισχυνϑείην ἐγώ· πτοηϑείησαν αὐτοί, καὶ μὴ πτοηϑείην ἐγώ· ἐπάγαγε ἐπ' αὐτοὺς ἡμέραν πονηράν, δισσὸν σύντριμμα σύντριψον αὐτούς.
Verse: 19    
Τάδε λέγει κύριος Βάδισον καὶ στῆϑι ἐν πύλαις υἱῶν λαοῦ σου, ἐν αἷς εἰσπορεύονται ἐν αὐταῖς βασιλεῖς Ιουδα καὶ ἐν αἷς ἐκπορεύονται ἐν αὐταῖς, καὶ ἐν πάσαις ταῖς πύλαις Ιερουσαλημ
Verse: 20    
καὶ ἐρεῖς πρὸς αὐτούς ᾽Ακούσατε λόγον κυρίου, βασιλεῖς Ιουδα καὶ πᾶσα Ιουδαία καὶ πᾶσα Ιερουσαλημ οἱ εἰσπορευόμενοι ἐν ταῖς πύλαις ταύταις,
Verse: 21    
τάδε λέγει κύριος Φυλάσσεσϑε τὰς ψυχὰς ὑμῶν καὶ μὴ αἴρετε βαστάγματα ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ μὴ ἐκπορεύεσϑε ταῖς πύλαις Ιερουσαλημ
Verse: 22    
καὶ μὴ ἐκϕέρετε βαστάγματα ἐξ οἰκιῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ πᾶν ἔργον οὐ ποιήσετε· ἁγιάσατε τὴν ἡμέραν τῶν σαββάτων, καϑὼς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν. καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν
Verse: 23    
καὶ ἐσκλήρυναν τὸν τράχηλον αὐτῶν ὑπὲρ τοὺς πατέρας αὐτῶν τοῦ μὴ ἀκοῦσαί μου καὶ τοῦ μὴ δέξασϑαι παιδείαν.
Verse: 24    
καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητέ μου, λέγει κύριος, τοῦ μὴ εἰσϕέρειν βαστάγματα διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ ποιεῖν πᾶν ἔργον,
Verse: 25    
καὶ εἰσελεύσονται διὰ τῶν πυλῶν τῆς πόλεως ταύτης βασιλεῖς καὶ ἄρχοντες καϑήμενοι ἐπὶ ϑρόνου Δαυιδ καὶ ἐπιβεβηκότες ἐϕ' ἅρμασιν καὶ ἵπποις αὐτῶν, αὐτοὶ καὶ οἱ ἄρχοντες αὐτῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ, καὶ κατοικισϑήσεται πόλις αὕτη εἰς τὸν αἰῶνα.
Verse: 26    
καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ιουδα καὶ κυκλόϑεν Ιερουσαλημ καὶ ἐκ γῆς Βενιαμιν καὶ ἐκ τῆς πεδινῆς καὶ ἐκ τοῦ ὄρους καὶ ἐκ τῆς πρὸς νότον ϕέροντες ὁλοκαυτώματα καὶ ϑυσίαν καὶ ϑυμιάματα καὶ μαναα καὶ λίβανον, ϕέροντες αἴνεσιν εἰς οἶκον κυρίου.
Verse: 27    
καὶ ἔσται ἐὰν μὴ εἰσακούσητέ μου τοῦ ἁγιάζειν τὴν ἡμέραν τῶν σαββάτων τοῦ μὴ αἴρειν βαστάγματα καὶ μὴ εἰσπορεύεσϑαι ταῖς πύλαις Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων, καὶ ἀνάψω πῦρ ἐν ταῖς πύλαις αὐτῆς, καὶ καταϕάγεται ἄμϕοδα Ιερουσαλημ καὶ οὐ σβεσϑήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.