TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1071
Chapter: 18
Verse: 1
῾Ο
λόγος
ὁ
γενόμενος
παρὰ
κυρίου
πρὸς
Ιερεμιαν
λέγων
Verse: 2
᾽Ανάστηϑι
καὶ
κατάβηϑι
εἰς
οἶκον
τοῦ
κεραμέως
,
καὶ
ἐκεῖ
ἀκούσῃ
τοὺς
λόγους
μου
.
Verse: 3
καὶ
κατέβην
εἰς
τὸν
οἶκον
τοῦ
κεραμέως
,
καὶ
ἰδοὺ
αὐτὸς
ἐποίει
ἔργον
ἐπὶ
τῶν
λίϑων
·
Verse: 4
καὶ
διέπεσεν
τὸ
ἀγγεῖον
,
ὃ
αὐτὸς
ἐποίει
,
ἐν
ταῖς
χερσὶν
αὐτοῦ
,
καὶ
πάλιν
αὐτὸς
ἐποίησεν
αὐτὸ
ἀγγεῖον
ἕτερον
,
καϑὼς
ἤρεσεν
ἐνώπιον
αὐτοῦ
τοῦ
ποιῆσαι
.
Verse: 5
καὶ
ἐγένετο
λόγος
κυρίου
πρός
με
λέγων
Verse: 6
Εἰ
καϑὼς
ὁ
κεραμεὺς
οὗτος
οὐ
δυνήσομαι
τοῦ
ποιῆσαι
ὑμᾶς
,
οἶκος
Ισραηλ
;
ἰδοὺ
ὡς
ὁ
πηλὸς
τοῦ
κεραμέως
ὑμεῖς
ἐστε
ἐν
ταῖς
χερσίν
μου
.
Verse: 7
πέρας
λαλήσω
ἐπὶ
ἔϑνος
ἢ
ἐπὶ
βασιλείαν
τοῦ
ἐξᾶραι
αὐτοὺς
καὶ
τοῦ
ἀπολλύειν
,
Verse: 8
καὶ
ἐπιστραϕῇ
τὸ
ἔϑνος
ἐκεῖνο
ἀπὸ
πάντων
τῶν
κακῶν
αὐτῶν
,
καὶ
μετανοήσω
περὶ
τῶν
κακῶν
,
ὧν
ἐλογισάμην
τοῦ
ποιῆσαι
αὐτοῖς
·
Verse: 9
καὶ
πέρας
λαλήσω
ἐπὶ
ἔϑνος
καὶ
ἐπὶ
βασιλείαν
τοῦ
ἀνοικοδομεῖσϑαι
καὶ
τοῦ
καταϕυτεύεσϑαι
,
Verse: 10
καὶ
ποιήσωσιν
τὰ
πονηρὰ
ἐναντίον
μου
τοῦ
μὴ
ἀκούειν
τῆς
ϕωνῆς
μου
,
καὶ
μετανοήσω
περὶ
τῶν
ἀγαϑῶν
,
ὧν
ἐλάλησα
τοῦ
ποιῆσαι
αὐτοῖς
.
Verse: 11
καὶ
νῦν
εἰπὸν
πρὸς
ἄνδρας
Ιουδα
καὶ
πρὸς
τοὺς
κατοικοῦντας
Ιερουσαλημ
᾽Ιδοὺ
ἐγὼ
πλάσσω
ἐϕ
'
ὑμᾶς
κακὰ
καὶ
λογίζομαι
ἐϕ
'
ὑμᾶς
λογισμόν
·
ἀποστραϕήτω
δὴ
ἕκαστος
ἀπὸ
ὁδοῦ
αὐτοῦ
τῆς
πονηρᾶς
,
καὶ
καλλίονα
ποιήσετε
τὰ
ἐπιτηδεύματα
ὑμῶν
.
Verse: 12
καὶ
εἶπαν
᾽Ανδριούμεϑα
,
ὅτι
ὀπίσω
τῶν
ἀποστροϕῶν
ἡμῶν
πορευσόμεϑα
καὶ
ἕκαστος
τὰ
ἀρεστὰ
τῆς
καρδίας
αὐτοῦ
τῆς
πονηρᾶς
ποιήσομεν
.
Verse: 13
διὰ
τοῦτο
τάδε
λέγει
κύριος
᾽Ερωτήσατε
δὴ
ἐν
ἔϑνεσιν
Τίς
ἤκουσεν
τοιαῦτα
ϕρικτά
,
ἃ
ἐποίησεν
σϕόδρα
παρϑένος
Ισραηλ
;
Verse: 14
μὴ
ἐκλείψουσιν
ἀπὸ
πέτρας
μαστοὶ
ἢ
χιὼν
ἀπὸ
τοῦ
Λιβάνου
;
μὴ
ἐκκλινεῖ
ὕδωρ
βιαίως
ἀνέμῳ
ϕερόμενον
;
Verse: 15
ὅτι
ἐπελάϑοντό
μου
ὁ
λαός
μου
,
εἰς
κενὸν
ἐϑυμίασαν
·
καὶ
ἀσϑενήσουσιν
ἐν
ταῖς
ὁδοῖς
αὐτῶν
σχοίνους
αἰωνίους
τοῦ
ἐπιβῆναι
τρίβους
οὐκ
ἔχοντας
ὁδὸν
εἰς
πορείαν
Verse: 16
τοῦ
τάξαι
τὴν
γῆν
αὐτῶν
εἰς
ἀϕανισμὸν
καὶ
σύριγμα
αἰώνιον
·
πάντες
οἱ
διαπορευόμενοι
δι
'
αὐτῆς
ἐκστήσονται
καὶ
κινήσουσιν
τὴν
κεϕαλὴν
αὐτῶν
.
Verse: 17
ὡς
ἄνεμον
καύσωνα
διασπερῶ
αὐτοὺς
κατὰ
πρόσωπον
ἐχϑρῶν
αὐτῶν
,
δείξω
αὐτοῖς
ἡμέραν
ἀπωλείας
αὐτῶν
.
Verse: 18
Καὶ
εἶπαν
Δεῦτε
λογισώμεϑα
ἐπὶ
Ιερεμιαν
λογισμόν
,
ὅτι
οὐκ
ἀπολεῖται
νόμος
ἀπὸ
ἱερέως
καὶ
βουλὴ
ἀπὸ
συνετοῦ
καὶ
λόγος
ἀπὸ
προϕήτου
·
δεῦτε
καὶ
πατάξωμεν
αὐτὸν
ἐν
γλώσσῃ
καὶ
ἀκουσόμεϑα
πάντας
τοὺς
λόγους
αὐτοῦ
.
Verse: 19
εἰσάκουσόν
μου
,
κύριε
,
καὶ
εἰσάκουσον
τῆς
ϕωνῆς
τοῦ
δικαιώματός
μου
.
Verse: 20
εἰ
ἀνταποδίδοται
ἀντὶ
ἀγαϑῶν
κακά
;
ὅτι
συνελάλησαν
ῥήματα
κατὰ
τῆς
ψυχῆς
μου
καὶ
τὴν
κόλασιν
αὐτῶν
ἔκρυψάν
μοι
·
μνήσϑητι
ἑστηκότος
μου
κατὰ
πρόσωπόν
σου
τοῦ
λαλῆσαι
ὑπὲρ
αὐτῶν
ἀγαϑὰ
τοῦ
ἀποστρέψαι
τὸν
ϑυμόν
σου
ἀπ
'
αὐτῶν
.
Verse: 21
διὰ
τοῦτο
δὸς
τοὺς
υἱοὺς
αὐτῶν
εἰς
λιμὸν
καὶ
ἄϑροισον
αὐτοὺς
εἰς
χεῖρας
μαχαίρας
·
γενέσϑωσαν
αἱ
γυναῖκες
αὐτῶν
ἄτεκνοι
καὶ
χῆραι
,
καὶ
οἱ
ἄνδρες
αὐτῶν
γενέσϑωσαν
ἀνῃρημένοι
ϑανάτῳ
καὶ
οἱ
νεανίσκοι
αὐτῶν
πεπτωκότες
μαχαίρᾳ
ἐν
πολέμῳ
.
Verse: 22
γενηϑήτω
κραυγὴ
ἐν
ταῖς
οἰκίαις
αὐτῶν
,
ἐπάξεις
ἐπ
'
αὐτοὺς
λῃστὰς
ἄϕνω
,
ὅτι
ἐνεχείρησαν
λόγον
εἰς
σύλλημψίν
μου
καὶ
παγίδας
ἔκρυψαν
ἐπ
'
ἐμέ
.
Verse: 23
καὶ
σύ
,
κύριε
,
ἔγνως
ἅπασαν
τὴν
βουλὴν
αὐτῶν
ἐπ
'
ἐμὲ
εἰς
ϑάνατον
·
μὴ
ἀϑῳώσῃς
τὰς
ἀδικίας
αὐτῶν
,
καὶ
τὰς
ἁμαρτίας
αὐτῶν
ἀπὸ
προσώπου
σου
μὴ
ἐξαλείψῃς
·
γενέσϑω
ἡ
ἀσϑένεια
αὐτῶν
ἐναντίον
σου
,
ἐν
καιρῷ
ϑυμοῦ
σου
ποίησον
ἐν
αὐτοῖς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.