TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1071
Previous part

Chapter: 18 
Verse: 1    ῾Ο λόγος γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν λέγων
Verse: 2    
᾽Ανάστηϑι καὶ κατάβηϑι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου.
Verse: 3    
καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίϑων·
Verse: 4    
καὶ διέπεσεν τὸ ἀγγεῖον, αὐτὸς ἐποίει, ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν αὐτὸς ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καϑὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι.
Verse: 5    
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 6    
Εἰ καϑὼς κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ισραηλ; ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσίν μου.
Verse: 7    
πέρας λαλήσω ἐπὶ ἔϑνος ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐτοὺς καὶ τοῦ ἀπολλύειν,
Verse: 8    
καὶ ἐπιστραϕῇ τὸ ἔϑνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν αὐτῶν, καὶ μετανοήσω περὶ τῶν κακῶν, ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς·
Verse: 9    
καὶ πέρας λαλήσω ἐπὶ ἔϑνος καὶ ἐπὶ βασιλείαν τοῦ ἀνοικοδομεῖσϑαι καὶ τοῦ καταϕυτεύεσϑαι,
Verse: 10    
καὶ ποιήσωσιν τὰ πονηρὰ ἐναντίον μου τοῦ μὴ ἀκούειν τῆς ϕωνῆς μου, καὶ μετανοήσω περὶ τῶν ἀγαϑῶν, ὧν ἐλάλησα τοῦ ποιῆσαι αὐτοῖς.
Verse: 11    
καὶ νῦν εἰπὸν πρὸς ἄνδρας Ιουδα καὶ πρὸς τοὺς κατοικοῦντας Ιερουσαλημ ᾽Ιδοὺ ἐγὼ πλάσσω ἐϕ' ὑμᾶς κακὰ καὶ λογίζομαι ἐϕ' ὑμᾶς λογισμόν· ἀποστραϕήτω δὴ ἕκαστος ἀπὸ ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσετε τὰ ἐπιτηδεύματα ὑμῶν.
Verse: 12    
καὶ εἶπαν ᾽Ανδριούμεϑα, ὅτι ὀπίσω τῶν ἀποστροϕῶν ἡμῶν πορευσόμεϑα καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν.
Verse: 13    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ερωτήσατε δὴ ἐν ἔϑνεσιν Τίς ἤκουσεν τοιαῦτα ϕρικτά, ἐποίησεν σϕόδρα παρϑένος Ισραηλ;
Verse: 14    
μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ χιὼν ἀπὸ τοῦ Λιβάνου; μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ ϕερόμενον;
Verse: 15    
ὅτι ἐπελάϑοντό μου λαός μου, εἰς κενὸν ἐϑυμίασαν· καὶ ἀσϑενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν
Verse: 16    
τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀϕανισμὸν καὶ σύριγμα αἰώνιον· πάντες οἱ διαπορευόμενοι δι' αὐτῆς ἐκστήσονται καὶ κινήσουσιν τὴν κεϕαλὴν αὐτῶν.
Verse: 17    
ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον ἐχϑρῶν αὐτῶν, δείξω αὐτοῖς ἡμέραν ἀπωλείας αὐτῶν.
Verse: 18    
Καὶ εἶπαν Δεῦτε λογισώμεϑα ἐπὶ Ιερεμιαν λογισμόν, ὅτι οὐκ ἀπολεῖται νόμος ἀπὸ ἱερέως καὶ βουλὴ ἀπὸ συνετοῦ καὶ λόγος ἀπὸ προϕήτου· δεῦτε καὶ πατάξωμεν αὐτὸν ἐν γλώσσῃ καὶ ἀκουσόμεϑα πάντας τοὺς λόγους αὐτοῦ.
Verse: 19    
εἰσάκουσόν μου, κύριε, καὶ εἰσάκουσον τῆς ϕωνῆς τοῦ δικαιώματός μου.
Verse: 20    
εἰ ἀνταποδίδοται ἀντὶ ἀγαϑῶν κακά; ὅτι συνελάλησαν ῥήματα κατὰ τῆς ψυχῆς μου καὶ τὴν κόλασιν αὐτῶν ἔκρυψάν μοι· μνήσϑητι ἑστηκότος μου κατὰ πρόσωπόν σου τοῦ λαλῆσαι ὑπὲρ αὐτῶν ἀγαϑὰ τοῦ ἀποστρέψαι τὸν ϑυμόν σου ἀπ' αὐτῶν.
Verse: 21    
διὰ τοῦτο δὸς τοὺς υἱοὺς αὐτῶν εἰς λιμὸν καὶ ἄϑροισον αὐτοὺς εἰς χεῖρας μαχαίρας· γενέσϑωσαν αἱ γυναῖκες αὐτῶν ἄτεκνοι καὶ χῆραι, καὶ οἱ ἄνδρες αὐτῶν γενέσϑωσαν ἀνῃρημένοι ϑανάτῳ καὶ οἱ νεανίσκοι αὐτῶν πεπτωκότες μαχαίρᾳ ἐν πολέμῳ.
Verse: 22    
γενηϑήτω κραυγὴ ἐν ταῖς οἰκίαις αὐτῶν, ἐπάξεις ἐπ' αὐτοὺς λῃστὰς ἄϕνω, ὅτι ἐνεχείρησαν λόγον εἰς σύλλημψίν μου καὶ παγίδας ἔκρυψαν ἐπ' ἐμέ.
Verse: 23    
καὶ σύ, κύριε, ἔγνως ἅπασαν τὴν βουλὴν αὐτῶν ἐπ' ἐμὲ εἰς ϑάνατον· μὴ ἀϑῳώσῃς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀπὸ προσώπου σου μὴ ἐξαλείψῃς· γενέσϑω ἀσϑένεια αὐτῶν ἐναντίον σου, ἐν καιρῷ ϑυμοῦ σου ποίησον ἐν αὐτοῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.