TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1055
Chapter: 2
Verse: 2
Καὶ
εἶπεν
Τάδε
λέγει
κύριος
᾽Εμνήσϑην
ἐλέους
νεότητός
σου
καὶ
ἀγάπης
τελειώσεώς
σου
τοῦ
ἐξακολουϑῆσαί
σε
τῷ
ἁγίῳ
Ισραηλ
,
λέγει
κύριος
Verse: 3
ἅγιος
Ισραηλ
.
τῷ
κυρίῳ
ἀρχὴ
γενημάτων
αὐτοῦ
·
πάντες
οἱ
ἔσϑοντες
αὐτὸν
πλημμελήσουσιν
,
κακὰ
ἥξει
ἐπ
'
αὐτούς
,
ϕησὶν
κύριος
.
Verse: 4
ἀκούσατε
λόγον
κυρίου
,
οἶκος
Ιακωβ
καὶ
πᾶσα
πατριὰ
οἴκου
Ισραηλ
.
Verse: 5
τάδε
λέγει
κύριος
Τί
εὕροσαν
οἱ
πατέρες
ὑμῶν
ἐν
ἐμοὶ
πλημμέλημα
,
ὅτι
ἀπέστησαν
μακρὰν
ἀπ
'
ἐμοῦ
καὶ
ἐπορεύϑησαν
ὀπίσω
τῶν
ματαίων
καὶ
ἐματαιώϑησαν
;
Verse: 6
καὶ
οὐκ
εἶπαν
Ποῦ
ἐστιν
κύριος
ὁ
ἀναγαγὼν
ἡμᾶς
ἐκ
γῆς
Αἰγύπτου
ὁ
καϑοδηγήσας
ἡμᾶς
ἐν
τῇ
ἐρήμῳ
ἐν
γῇ
ἀπείρῳ
καὶ
ἀβάτῳ
,
ἐν
γῇ
ἀνύδρῳ
καὶ
ἀκάρπῳ
,
ἐν
γῇ
,
ἐν
ᾗ
οὐ
διώδευσεν
ἐν
αὐτῇ
οὐϑὲν
καὶ
οὐ
κατῴκησεν
ἐκεῖ
υἱὸς
ἀνϑρώπου
;
Verse: 7
καὶ
εἰσήγαγον
ὑμᾶς
εἰς
τὸν
Κάρμηλον
τοῦ
ϕαγεῖν
ὑμᾶς
τοὺς
καρποὺς
αὐτοῦ
καὶ
τὰ
ἀγαϑὰ
αὐτοῦ
·
καὶ
εἰσήλϑατε
καὶ
ἐμιάνατε
τὴν
γῆν
μου
καὶ
τὴν
κληρονομίαν
μου
ἔϑεσϑε
εἰς
βδέλυγμα
.
Verse: 8
οἱ
ἱερεῖς
οὐκ
εἶπαν
Ποῦ
ἐστιν
κύριος
;
καὶ
οἱ
ἀντεχόμενοι
τοῦ
νόμου
οὐκ
ἠπίσταντό
με
,
καὶ
οἱ
ποιμένες
ἠσέβουν
εἰς
ἐμέ
,
καὶ
οἱ
προϕῆται
ἐπροϕήτευον
τῇ
Βααλ
καὶ
ὀπίσω
ἀνωϕελοῦς
ἐπορεύϑησαν
.
Verse: 9
διὰ
τοῦτο
ἔτι
κριϑήσομαι
πρὸς
ὑμᾶς
,
λέγει
κύριος
,
καὶ
πρὸς
τοὺς
υἱοὺς
τῶν
υἱῶν
ὑμῶν
κριϑήσομαι
.
Verse: 10
διότι
διέλϑετε
εἰς
νήσους
Χεττιιμ
καὶ
ἴδετε
,
καὶ
εἰς
Κηδαρ
ἀποστείλατε
καὶ
νοήσατε
σϕόδρα
,
καὶ
ἴδετε
εἰ
γέγονεν
τοιαῦτα
.
Verse: 11
εἰ
ἀλλάξονται
ἔϑνη
ϑεοὺς
αὐτῶν
;
καὶ
οὗτοι
οὔκ
εἰσιν
ϑεοί
.
ὁ
δὲ
λαός
μου
ἠλλάξατο
τὴν
δόξαν
αὐτοῦ
,
ἐξ
ἧς
οὐκ
ὠϕεληϑήσονται
.
Verse: 12
ἐξέστη
ὁ
οὐρανὸς
ἐπὶ
τούτῳ
καὶ
ἔϕριξεν
ἐπὶ
πλεῖον
σϕόδρα
,
λέγει
κύριος
.
Verse: 13
ὅτι
δύο
πονηρὰ
ἐποίησεν
ὁ
λαός
μου
·
ἐμὲ
ἐγκατέλιπον
,
πηγὴν
ὕδατος
ζωῆς
,
καὶ
ὤρυξαν
ἑαυτοῖς
λάκκους
συντετριμμένους
,
οἳ
οὐ
δυνήσονται
ὕδωρ
συνέχειν
.
Verse: 14
Μὴ
δοῦλός
ἐστιν
Ισραηλ
ἢ
οἰκογενής
ἐστιν
;
διὰ
τί
εἰς
προνομὴν
ἐγένετο
;
Verse: 15
ἐπ
'
αὐτὸν
ὠρύοντο
λέοντες
καὶ
ἔδωκαν
τὴν
ϕωνὴν
αὐτῶν
,
οἳ
ἔταξαν
τὴν
γῆν
αὐτοῦ
εἰς
ἔρημον
,
καὶ
αἱ
πόλεις
αὐτοῦ
κατεσκάϕησαν
παρὰ
τὸ
μὴ
κατοικεῖσϑαι
.
Verse: 16
καὶ
υἱοὶ
Μέμϕεως
καὶ
Ταϕνας
ἔγνωσάν
σε
καὶ
κατέπαιζόν
σου
.
Verse: 17
οὐχὶ
ταῦτα
ἐποίησέν
σοι
τὸ
καταλιπεῖν
σε
ἐμέ
;
λέγει
κύριος
ὁ
ϑεός
σου
.
Verse: 18
καὶ
νῦν
τί
σοι
καὶ
τῇ
ὁδῷ
Αἰγύπτου
τοῦ
πιεῖν
ὕδωρ
Γηων
;
καὶ
τί
σοι
καὶ
τῇ
ὁδῷ
᾽Ασσυρίων
τοῦ
πιεῖν
ὕδωρ
ποταμῶν
;
Verse: 19
παιδεύσει
σε
ἡ
ἀποστασία
σου
,
καὶ
ἡ
κακία
σου
ἐλέγξει
σε
·
καὶ
γνῶϑι
καὶ
ἰδὲ
ὅτι
πικρόν
σοι
τὸ
καταλιπεῖν
σε
ἐμέ
,
λέγει
κύριος
ὁ
ϑεός
σου
·
καὶ
οὐκ
εὐδόκησα
ἐπὶ
σοί
,
λέγει
κύριος
ὁ
ϑεός
σου
.
Verse: 20
ὅτι
ἀπ
'
αἰῶνος
συνέτριψας
τὸν
ζυγόν
σου
,
διέσπασας
τοὺς
δεσμούς
σου
καὶ
εἶπας
Οὐ
δουλεύσω
,
ἀλλὰ
πορεύσομαι
ἐπὶ
πᾶν
βουνὸν
ὑψηλὸν
καὶ
ὑποκάτω
παντὸς
ξύλου
κατασκίου
,
ἐκεῖ
διαχυϑήσομαι
ἐν
τῇ
πορνείᾳ
μου
.
Verse: 21
ἐγὼ
δὲ
ἐϕύτευσά
σε
ἄμπελον
καρποϕόρον
πᾶσαν
ἀληϑινήν
·
πῶς
ἐστράϕης
εἰς
πικρίαν
,
ἡ
ἄμπελος
ἡ
ἀλλοτρία
;
Verse: 22
ἐὰν
ἀποπλύνῃ
ἐν
νίτρῳ
καὶ
πληϑύνῃς
σεαυτῇ
πόαν
,
κεκηλίδωσαι
ἐν
ταῖς
ἀδικίαις
σου
ἐναντίον
ἐμοῦ
,
λέγει
κύριος
.
Verse: 23
πῶς
ἐρεῖς
Οὐκ
ἐμιάνϑην
καὶ
ὀπίσω
τῆς
Βααλ
οὐκ
ἐπορεύϑην
;
ἰδὲ
τὰς
ὁδούς
σου
ἐν
τῷ
πολυανδρίῳ
καὶ
γνῶϑι
τί
ἐποίησας
.
ὀψὲ
ϕωνὴ
αὐτῆς
ὠλόλυξεν
,
τὰς
ὁδοὺς
αὐτῆς
Verse: 24
ἐπλάτυνεν
ἐϕ
'
ὕδατα
ἐρήμου
,
ἐν
ἐπιϑυμίαις
ψυχῆς
αὐτῆς
ἐπνευματοϕορεῖτο
,
παρεδόϑη
·
τίς
ἐπιστρέψει
αὐτήν
;
πάντες
οἱ
ζητοῦντες
αὐτὴν
οὐ
κοπιάσουσιν
,
ἐν
τῇ
ταπεινώσει
αὐτῆς
εὑρήσουσιν
αὐτήν
.
Verse: 25
ἀπόστρεψον
τὸν
πόδα
σου
ἀπὸ
ὁδοῦ
τραχείας
καὶ
τὸν
ϕάρυγγά
σου
ἀπὸ
δίψους
.
ἡ
δὲ
εἶπεν
᾽Ανδριοῦμαι
·
ὅτι
ἠγαπήκει
ἀλλοτρίους
καὶ
ὀπίσω
αὐτῶν
ἐπορεύετο
.
Verse: 26
ὡς
αἰσχύνη
κλέπτου
ὅταν
ἁλῷ
,
οὕτως
αἰσχυνϑήσονται
οἱ
υἱοὶ
Ισραηλ
,
αὐτοὶ
καὶ
οἱ
βασιλεῖς
αὐτῶν
καὶ
οἱ
ἄρχοντες
αὐτῶν
καὶ
οἱ
ἱερεῖς
αὐτῶν
καὶ
οἱ
προϕῆται
αὐτῶν
.
Verse: 27
τῷ
ξύλῳ
εἶπαν
ὅτι
Πατήρ
μου
εἶ
σύ
,
καὶ
τῷ
λίϑῳ
Σὺ
ἐγέννησάς
με
,
καὶ
ἔστρεψαν
ἐπ
'
ἐμὲ
νῶτα
καὶ
οὐ
πρόσωπα
αὐτῶν
·
καὶ
ἐν
τῷ
καιρῷ
τῶν
κακῶν
αὐτῶν
ἐροῦσιν
᾽Ανάστα
καὶ
σῶσον
ἡμᾶς
.
Verse: 28
καὶ
ποῦ
εἰσιν
οἱ
ϑεοί
σου
,
οὓς
ἐποίησας
σεαυτῷ
;
εἰ
ἀναστήσονται
καὶ
σώσουσίν
σε
ἐν
καιρῷ
τῆς
κακώσεώς
σου
;
ὅτι
κατ
'
ἀριϑμὸν
τῶν
πόλεών
σου
ἦσαν
ϑεοί
σου
,
Ιουδα
,
καὶ
κατ
'
ἀριϑμὸν
διόδων
τῆς
Ιερουσαλημ
ἔϑυον
τῇ
Βααλ
.
Verse: 29
ἵνα
τί
λαλεῖτε
πρός
με
;
πάντες
ὑμεῖς
ἠσεβήσατε
καὶ
πάντες
ὑμεῖς
ἠνομήσατε
εἰς
ἐμέ
,
λέγει
κύριος
.
Verse: 30
μάτην
ἐπάταξα
τὰ
τέκνα
ὑμῶν
,
παιδείαν
οὐκ
ἐδέξασϑε
·
μάχαιρα
κατέϕαγεν
τοὺς
προϕήτας
ὑμῶν
ὡς
λέων
ὀλεϑρεύων
,
καὶ
οὐκ
ἐϕοβήϑητε
.
Verse: 31
ἀκούσατε
λόγον
κυρίου
Τάδε
λέγει
κύριος
Μὴ
ἔρημος
ἐγενόμην
τῷ
Ισραηλ
ἢ
γῆ
κεχερσωμένη
;
διὰ
τί
εἶπεν
ὁ
λαός
μου
Οὐ
κυριευϑησόμεϑα
καὶ
οὐχ
ἥξομεν
πρὸς
σὲ
ἔτι
;
Verse: 32
μὴ
ἐπιλήσεται
νύμϕη
τὸν
κόσμον
αὐτῆς
καὶ
παρϑένος
τὴν
στηϑοδεσμίδα
αὐτῆς
;
ὁ
δὲ
λαός
μου
ἐπελάϑετό
μου
ἡμέρας
,
ὧν
οὐκ
ἔστιν
ἀριϑμός
.
Verse: 33
τί
ἔτι
καλὸν
ἐπιτηδεύσεις
ἐν
ταῖς
ὁδοῖς
σου
τοῦ
ζητῆσαι
ἀγάπησιν
;
οὐχ
οὕτως
,
ἀλλὰ
καὶ
σὺ
ἐπονηρεύσω
τοῦ
μιᾶναι
τὰς
ὁδούς
σου
.
Verse: 34
καὶ
ἐν
ταῖς
χερσίν
σου
εὑρέϑησαν
αἵματα
ψυχῶν
ἀϑῴων
·
οὐκ
ἐν
διορύγμασιν
εὗρον
αὐτούς
,
ἀλλ
'
ἐπὶ
πάσῃ
δρυί
.
Verse: 35
καὶ
εἶπας
᾽Αϑῷός
εἰμι
,
ἀλλὰ
ἀποστραϕήτω
ὁ
ϑυμὸς
αὐτοῦ
ἀπ
'
ἐμοῦ
.
ἰδοὺ
ἐγὼ
κρίνομαι
πρὸς
σὲ
ἐν
τῷ
λέγειν
σε
Οὐχ
ἥμαρτον
.
Verse: 36
τί
κατεϕρόνησας
σϕόδρα
τοῦ
δευτερῶσαι
τὰς
ὁδούς
σου
;
καὶ
ἀπὸ
Αἰγύπτου
καταισχυνϑήσῃ
,
καϑὼς
κατῃσχύνϑης
ἀπὸ
Ασσουρ
.
Verse: 37
ὅτι
καὶ
ἐντεῦϑεν
ἐξελεύσῃ
,
καὶ
αἱ
χεῖρές
σου
ἐπὶ
τῆς
κεϕαλῆς
σου
·
ὅτι
ἀπώσατο
κύριος
τὴν
ἐλπίδα
σου
,
καὶ
οὐκ
εὐοδωϑήσῃ
ἐν
αὐτῇ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.