TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1055
Previous part

Chapter: 2 
Verse: 2    Καὶ εἶπεν Τάδε λέγει κύριος ᾽Εμνήσϑην ἐλέους νεότητός σου καὶ ἀγάπης τελειώσεώς σου τοῦ ἐξακολουϑῆσαί σε τῷ ἁγίῳ Ισραηλ, λέγει κύριος
Verse: 3    
ἅγιος Ισραηλ. τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἔσϑοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ἥξει ἐπ' αὐτούς, ϕησὶν κύριος.
Verse: 4    
ἀκούσατε λόγον κυρίου, οἶκος Ιακωβ καὶ πᾶσα πατριὰ οἴκου Ισραηλ.
Verse: 5    
τάδε λέγει κύριος Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ καὶ ἐπορεύϑησαν ὀπίσω τῶν ματαίων καὶ ἐματαιώϑησαν;
Verse: 6    
καὶ οὐκ εἶπαν Ποῦ ἐστιν κύριος ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου καϑοδηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀπείρῳ καὶ ἀβάτῳ, ἐν γῇ ἀνύδρῳ καὶ ἀκάρπῳ, ἐν γῇ, ἐν οὐ διώδευσεν ἐν αὐτῇ οὐϑὲν καὶ οὐ κατῴκησεν ἐκεῖ υἱὸς ἀνϑρώπου;
Verse: 7    
καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ ϕαγεῖν ὑμᾶς τοὺς καρποὺς αὐτοῦ καὶ τὰ ἀγαϑὰ αὐτοῦ· καὶ εἰσήλϑατε καὶ ἐμιάνατε τὴν γῆν μου καὶ τὴν κληρονομίαν μου ἔϑεσϑε εἰς βδέλυγμα.
Verse: 8    
οἱ ἱερεῖς οὐκ εἶπαν Ποῦ ἐστιν κύριος; καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με, καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ, καὶ οἱ προϕῆται ἐπροϕήτευον τῇ Βααλ καὶ ὀπίσω ἀνωϕελοῦς ἐπορεύϑησαν.
Verse: 9    
διὰ τοῦτο ἔτι κριϑήσομαι πρὸς ὑμᾶς, λέγει κύριος, καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν ὑμῶν κριϑήσομαι.
Verse: 10    
διότι διέλϑετε εἰς νήσους Χεττιιμ καὶ ἴδετε, καὶ εἰς Κηδαρ ἀποστείλατε καὶ νοήσατε σϕόδρα, καὶ ἴδετε εἰ γέγονεν τοιαῦτα.
Verse: 11    
εἰ ἀλλάξονται ἔϑνη ϑεοὺς αὐτῶν; καὶ οὗτοι οὔκ εἰσιν ϑεοί. δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠϕεληϑήσονται.
Verse: 12    
ἐξέστη οὐρανὸς ἐπὶ τούτῳ καὶ ἔϕριξεν ἐπὶ πλεῖον σϕόδρα, λέγει κύριος.
Verse: 13    
ὅτι δύο πονηρὰ ἐποίησεν λαός μου· ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.
Verse: 14    
Μὴ δοῦλός ἐστιν Ισραηλ οἰκογενής ἐστιν; διὰ τί εἰς προνομὴν ἐγένετο;
Verse: 15    
ἐπ' αὐτὸν ὠρύοντο λέοντες καὶ ἔδωκαν τὴν ϕωνὴν αὐτῶν, οἳ ἔταξαν τὴν γῆν αὐτοῦ εἰς ἔρημον, καὶ αἱ πόλεις αὐτοῦ κατεσκάϕησαν παρὰ τὸ μὴ κατοικεῖσϑαι.
Verse: 16    
καὶ υἱοὶ Μέμϕεως καὶ Ταϕνας ἔγνωσάν σε καὶ κατέπαιζόν σου.
Verse: 17    
οὐχὶ ταῦτα ἐποίησέν σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει κύριος ϑεός σου.
Verse: 18    
καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γηων; καὶ τί σοι καὶ τῇ ὁδῷ ᾽Ασσυρίων τοῦ πιεῖν ὕδωρ ποταμῶν;
Verse: 19    
παιδεύσει σε ἀποστασία σου, καὶ κακία σου ἐλέγξει σε· καὶ γνῶϑι καὶ ἰδὲ ὅτι πικρόν σοι τὸ καταλιπεῖν σε ἐμέ, λέγει κύριος ϑεός σου· καὶ οὐκ εὐδόκησα ἐπὶ σοί, λέγει κύριος ϑεός σου.
Verse: 20    
ὅτι ἀπ' αἰῶνος συνέτριψας τὸν ζυγόν σου, διέσπασας τοὺς δεσμούς σου καὶ εἶπας Οὐ δουλεύσω, ἀλλὰ πορεύσομαι ἐπὶ πᾶν βουνὸν ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου, ἐκεῖ διαχυϑήσομαι ἐν τῇ πορνείᾳ μου.
Verse: 21    
ἐγὼ δὲ ἐϕύτευσά σε ἄμπελον καρποϕόρον πᾶσαν ἀληϑινήν· πῶς ἐστράϕης εἰς πικρίαν, ἄμπελος ἀλλοτρία;
Verse: 22    
ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληϑύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος.
Verse: 23    
πῶς ἐρεῖς Οὐκ ἐμιάνϑην καὶ ὀπίσω τῆς Βααλ οὐκ ἐπορεύϑην; ἰδὲ τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ καὶ γνῶϑι τί ἐποίησας. ὀψὲ ϕωνὴ αὐτῆς ὠλόλυξεν, τὰς ὁδοὺς αὐτῆς
Verse: 24    
ἐπλάτυνεν ἐϕ' ὕδατα ἐρήμου, ἐν ἐπιϑυμίαις ψυχῆς αὐτῆς ἐπνευματοϕορεῖτο, παρεδόϑη· τίς ἐπιστρέψει αὐτήν; πάντες οἱ ζητοῦντες αὐτὴν οὐ κοπιάσουσιν, ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν.
Verse: 25    
ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας καὶ τὸν ϕάρυγγά σου ἀπὸ δίψους. δὲ εἶπεν ᾽Ανδριοῦμαι· ὅτι ἠγαπήκει ἀλλοτρίους καὶ ὀπίσω αὐτῶν ἐπορεύετο.
Verse: 26    
ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνϑήσονται οἱ υἱοὶ Ισραηλ, αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προϕῆται αὐτῶν.
Verse: 27    
τῷ ξύλῳ εἶπαν ὅτι Πατήρ μου εἶ σύ, καὶ τῷ λίϑῳ Σὺ ἐγέννησάς με, καὶ ἔστρεψαν ἐπ' ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν· καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὐτῶν ἐροῦσιν ᾽Ανάστα καὶ σῶσον ἡμᾶς.
Verse: 28    
καὶ ποῦ εἰσιν οἱ ϑεοί σου, οὓς ἐποίησας σεαυτῷ; εἰ ἀναστήσονται καὶ σώσουσίν σε ἐν καιρῷ τῆς κακώσεώς σου; ὅτι κατ' ἀριϑμὸν τῶν πόλεών σου ἦσαν ϑεοί σου, Ιουδα, καὶ κατ' ἀριϑμὸν διόδων τῆς Ιερουσαλημ ἔϑυον τῇ Βααλ.
Verse: 29    
ἵνα τί λαλεῖτε πρός με; πάντες ὑμεῖς ἠσεβήσατε καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμέ, λέγει κύριος.
Verse: 30    
μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν, παιδείαν οὐκ ἐδέξασϑε· μάχαιρα κατέϕαγεν τοὺς προϕήτας ὑμῶν ὡς λέων ὀλεϑρεύων, καὶ οὐκ ἐϕοβήϑητε.
Verse: 31    
ἀκούσατε λόγον κυρίου Τάδε λέγει κύριος Μὴ ἔρημος ἐγενόμην τῷ Ισραηλ γῆ κεχερσωμένη; διὰ τί εἶπεν λαός μου Οὐ κυριευϑησόμεϑα καὶ οὐχ ἥξομεν πρὸς σὲ ἔτι;
Verse: 32    
μὴ ἐπιλήσεται νύμϕη τὸν κόσμον αὐτῆς καὶ παρϑένος τὴν στηϑοδεσμίδα αὐτῆς; δὲ λαός μου ἐπελάϑετό μου ἡμέρας, ὧν οὐκ ἔστιν ἀριϑμός.
Verse: 33    
τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν; οὐχ οὕτως, ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου.
Verse: 34    
καὶ ἐν ταῖς χερσίν σου εὑρέϑησαν αἵματα ψυχῶν ἀϑῴων· οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς, ἀλλ' ἐπὶ πάσῃ δρυί.
Verse: 35    
καὶ εἶπας ᾽Αϑῷός εἰμι, ἀλλὰ ἀποστραϕήτω ϑυμὸς αὐτοῦ ἀπ' ἐμοῦ. ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε Οὐχ ἥμαρτον.
Verse: 36    
τί κατεϕρόνησας σϕόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου; καὶ ἀπὸ Αἰγύπτου καταισχυνϑήσῃ, καϑὼς κατῃσχύνϑης ἀπὸ Ασσουρ.
Verse: 37    
ὅτι καὶ ἐντεῦϑεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεϕαλῆς σου· ὅτι ἀπώσατο κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωϑήσῃ ἐν αὐτῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.