TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1076
Previous part

Chapter: 23 
Verse: 1    ῏Ω οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύοντες τὰ πρόβατα τῆς νομῆς μου.
Verse: 2    
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου ῾Υμεῖς διεσκορπίσατε τὰ πρόβατά μου καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασϑε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐϕ' ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν·
Verse: 3    
καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἀπὸ πάσης τῆς γῆς, οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηϑήσονται καὶ πληϑυνϑήσονται·
Verse: 4    
καὶ ἀναστήσω αὐτοῖς ποιμένας, οἳ ποιμανοῦσιν αὐτούς, καὶ οὐ ϕοβηϑήσονται ἔτι οὐδὲ πτοηϑήσονται, λέγει κύριος.
Verse: 5    
᾽Ιδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.
Verse: 6    
ἐν ταῖς ἡμέραις αὐτοῦ σωϑήσεται Ιουδας, καὶ Ισραηλ κατασκηνώσει πεποιϑώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, καλέσει αὐτὸν κύριος Ιωσεδεκ.
Verse: 9    
᾽Εν τοῖς προϕήταις συνετρίβη καρδία μου, ἐν ἐμοὶ ἐσαλεύϑη πάντα τὰ ὀστᾶ μου, ἐγενήϑην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνϑρωπος συνεχόμενος ἀπὸ οἴνου ἀπὸ προσώπου κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ.
Verse: 10    
ὅτι ἀπὸ προσώπου τούτων ἐπένϑησεν γῆ, ἐξηράνϑησαν αἱ νομαὶ τῆς ἐρήμου, καὶ ἐγένετο δρόμος αὐτῶν πονηρὸς καὶ ἰσχὺς αὐτῶν οὐχ οὕτως.
Verse: 11    
ὅτι ἱερεὺς καὶ προϕήτης ἐμολύνϑησαν καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν.
Verse: 12    
διὰ τοῦτο γενέσϑω ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσϑημα ἐν γνόϕῳ, καὶ ὑποσκελισϑήσονται καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπ' αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν, ϕησὶν κύριος.
Verse: 13    
καὶ ἐν τοῖς προϕήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροϕήτευσαν διὰ τῆς Βααλ καὶ ἐπλάνησαν τὸν λαόν μου Ισραηλ.
Verse: 14    
καὶ ἐν τοῖς προϕήταις Ιερουσαλημ ἑώρακα ϕρικτά, μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πονηρῶν τοῦ μὴ ἀποστραϕῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· ἐγενήϑησάν μοι πάντες ὡς Σοδομα καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γομορρα.
Verse: 15    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν, ὅτι ἀπὸ τῶν προϕητῶν Ιερουσαλημ ἐξῆλϑεν μολυσμὸς πάσῃ τῇ γῇ.
Verse: 16    
οὕτως λέγει κύριος παντοκράτωρ Μὴ ἀκούετε τοὺς λόγους τῶν προϕητῶν, ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσιν καὶ οὐκ ἀπὸ στόματος κυρίου.
Verse: 17    
λέγουσιν τοῖς ἀπωϑουμένοις τὸν λόγον κυρίου Εἰρήνη ἔσται ὑμῖν· καὶ πᾶσιν τοῖς πορευομένοις τοῖς ϑελήμασιν αὐτῶν, παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν Οὐχ ἥξει ἐπὶ σὲ κακά.
Verse: 18    
ὅτι τίς ἔστη ἐν ὑποστήματι κυρίου καὶ εἶδεν τὸν λόγον αὐτοῦ; τίς ἐνωτίσατο καὶ ἤκουσεν;
Verse: 19    
ἰδοὺ σεισμὸς παρὰ κυρίου καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμόν, συστρεϕομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει.
Verse: 20    
καὶ οὐκέτι ἀποστρέψει ϑυμὸς κυρίου, ἕως ἂν ποιήσῃ αὐτὸ καὶ ἕως ἂν ἀναστήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπ' ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτά.
Verse: 21    
οὐκ ἀπέστελλον τοὺς προϕήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐκ ἐλάλησα πρὸς αὐτούς, καὶ αὐτοὶ ἐπροϕήτευον.
Verse: 22    
καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ εἰσήκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου ἂν ἀπέστρεϕον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν.
Verse: 23    
ϑεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐχὶ ϑεὸς πόρρωϑεν.
Verse: 24    
εἰ κρυβήσεται ἄνϑρωπος ἐν κρυϕαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος.
Verse: 25    
ἤκουσα λαλοῦσιν οἱ προϕῆται, προϕητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες ᾽Ηνυπνιασάμην ἐνύπνιον.
Verse: 26    
ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προϕητῶν τῶν προϕητευόντων ψευδῆ καὶ ἐν τῷ προϕητεύειν αὐτοὺς τὰ ϑελήματα καρδίας αὐτῶν;
Verse: 27    
τῶν λογιζομένων τοῦ ἐπιλαϑέσϑαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καϑάπερ ἐπελάϑοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βααλ.
Verse: 28    
προϕήτης, ἐν τὸ ἐνύπνιόν ἐστιν, διηγησάσϑω τὸ ἐνύπνιον αὐτοῦ, καὶ ἐν λόγος μου πρὸς αὐτόν, διηγησάσϑω τὸν λόγον μου ἐπ' ἀληϑείας. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕτως οἱ λόγοι μου, λέγει κύριος·
Verse: 29    
οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ ϕλέγον, λέγει κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;
Verse: 30    
διὰ τοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προϕήτας, λέγει κύριος ϑεός, τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστος παρὰ τοῦ πλησίον αὐτοῦ.
Verse: 31    
ἰδοὺ ἐγὼ πρὸς τοὺς προϕήτας τοὺς ἐκβάλλοντας προϕητείας γλώσσης καὶ νυστάζοντας νυσταγμὸν ἑαυτῶν.
Verse: 32    
ἰδοὺ ἐγὼ πρὸς τοὺς προϕήτας τοὺς προϕητεύοντας ἐνύπνια ψευδῆ καὶ διηγοῦντο αὐτὰ καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ ὠϕέλειαν οὐκ ὠϕελήσουσιν τὸν λαὸν τοῦτον.
Verse: 33    
καὶ ἐὰν ἐρωτήσωσί σε λαὸς οὗτος ἱερεὺς προϕήτης λέγων Τί τὸ λῆμμα κυρίου; καὶ ἐρεῖς αὐτοῖς ῾Υμεῖς ἐστε τὸ λῆμμα, καὶ ῥάξω ὑμᾶς, λέγει κύριος.
Verse: 34    
καὶ προϕήτης καὶ ἱερεὺς καὶ λαός, οἳ ἂν εἴπωσιν Λῆμμα κυρίου, καὶ ἐκδικήσω τὸν ἄνϑρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ.
Verse: 35    
ὅτι οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελϕὸν αὐτοῦ Τί ἀπεκρίϑη κύριος, καὶ Τί ἐλάλησεν κύριος;
Verse: 36    
καὶ Λῆμμα κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνϑρώπῳ ἔσται λόγος αὐτοῦ·
Verse: 37    
καὶ διὰ τί ἐλάλησεν κύριος ϑεὸς ἡμῶν;
Verse: 38    
διὰ τοῦτο τάδε λέγει κύριος ϑεός ᾽Ανϑ' ὧν εἴπατε τὸν λόγον τοῦτον Λῆμμα κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων Οὐκ ἐρεῖτε Λῆμμα κυρίου,
Verse: 39    
διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν, ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν,
Verse: 40    
καὶ δώσω ἐϕ' ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησϑήσεται.
Verse: 7    
Διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ισραηλ ἐκ γῆς Αἰγύπτου,
Verse: 8    
ἀλλά Ζῇ κύριος ὃς συνήγαγεν ἅπαν τὸ σπέρμα Ισραηλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἐξῶσεν αὐτοὺς ἐκεῖ, καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.