TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1056
Previous part

Chapter: 3 
Verse: 1    ᾽Εὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλϑῃ ἀπ' αὐτοῦ καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; οὐ μιαινομένη μιανϑήσεται γυνὴ ἐκείνη; καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσιν πολλοῖς· καὶ ἀνέκαμπτες πρός με; λέγει κύριος.
Verse: 2    
ἆρον εἰς εὐϑεῖαν τοὺς ὀϕϑαλμούς σου καὶ ἰδέ· ποῦ οὐχὶ ἐξεϕύρϑης; ἐπὶ ταῖς ὁδοῖς ἐκάϑισας αὐτοῖς ὡσεὶ κορώνη ἐρημουμένη καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου καὶ ἐν ταῖς κακίαις σου.
Verse: 3    
καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ· ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.
Verse: 4    
οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρϑενίας σου;
Verse: 5    
μὴ διαμενεῖ εἰς τὸν αἰῶνα διαϕυλαχϑήσεται εἰς νεῖκος; ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα καὶ ἠδυνάσϑης.
Verse: 6    
Καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ιωσια τοῦ βασιλέως Εἶδες ἐποίησέν μοι κατοικία τοῦ Ισραηλ· ἐπορεύϑησαν ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους καὶ ἐπόρνευσαν ἐκεῖ.
Verse: 7    
καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν· καὶ εἶδεν τὴν ἀσυνϑεσίαν αὐτῆς ἀσύνϑετος Ιουδα.
Verse: 8    
καὶ εἶδον διότι περὶ πάντων ὧν κατελήμϕϑη ἐν οἷς ἐμοιχᾶτο κατοικία τοῦ Ισραηλ, καὶ ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐϕοβήϑη ἀσύνϑετος Ιουδα καὶ ἐπορεύϑη καὶ ἐπόρνευσεν καὶ αὐτή.
Verse: 9    
καὶ ἐγένετο εἰς οὐϑὲν πορνεία αὐτῆς, καὶ ἐμοίχευσεν τὸ ξύλον καὶ τὸν λίϑον.
Verse: 10    
καὶ ἐν πᾶσιν τούτοις οὐκ ἐπεστράϕη πρός με ἀσύνϑετος Ιουδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ' ἐπὶ ψεύδει.
Verse: 11    
καὶ εἶπεν κύριος πρός με ᾽Εδικαίωσεν τὴν ψυχὴν αὐτοῦ Ισραηλ ἀπὸ τῆς ἀσυνϑέτου Ιουδα.
Verse: 12    
πορεύου καὶ ἀνάγνωϑι τοὺς λόγους τούτους πρὸς βορρᾶν καὶ ἐρεῖς ᾽Επιστράϕητι πρός με, κατοικία τοῦ Ισραηλ, λέγει κύριος, καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐϕ' ὑμᾶς· ὅτι ἐλεήμων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα.
Verse: 13    
πλὴν γνῶϑι τὴν ἀδικίαν σου, ὅτι εἰς κύριον τὸν ϑεόν σου ἠσέβησας καὶ διέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους ὑποκάτω παντὸς ξύλου ἀλσώδους, τῆς δὲ ϕωνῆς μου οὐχ ὑπήκουσας, λέγει κύριος.
Verse: 14    
ἐπιστράϕητε, υἱοὶ ἀϕεστηκότες, λέγει κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν καὶ λήμψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιων
Verse: 15    
καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ' ἐπιστήμης.
Verse: 16    
καὶ ἔσται ἐὰν πληϑυνϑῆτε καὶ αὐξηϑῆτε ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος, οὐκ ἐροῦσιν ἔτι Κιβωτὸς διαϑήκης ἁγίου Ισραηλ, οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐκ ὀνομασϑήσεται οὐδὲ ἐπισκεϕϑήσεται καὶ οὐ ποιηϑήσεται ἔτι·
Verse: 17    
ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσιν τὴν Ιερουσαλημ Θρόνος κυρίου, καὶ συναχϑήσονται εἰς αὐτὴν πάντα τὰ ἔϑνη καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνϑυμημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.
Verse: 18    
ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται οἶκος Ιουδα ἐπὶ τὸν οἶκον τοῦ Ισραηλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν.
Verse: 19    
καὶ ἐγὼ εἶπα Γένοιτο, κύριε· ὅτι τάξω σε εἰς τέκνα καὶ δώσω σοι γῆν ἐκλεκτὴν κληρονομίαν ϑεοῦ παντοκράτορος ἐϑνῶν· καὶ εἶπα Πατέρα καλέσετέ με καὶ ἀπ' ἐμοῦ οὐκ ἀποστραϕήσεσϑε.
Verse: 20    
πλὴν ὡς ἀϑετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠϑέτησεν εἰς ἐμὲ οἶκος Ισραηλ, λέγει κύριος.
Verse: 21    
ϕωνὴ ἐκ χειλέων ἠκούσϑη κλαυϑμοῦ καὶ δεήσεως υἱῶν Ισραηλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάϑοντο ϑεοῦ ἁγίου αὐτῶν.
Verse: 22    
ἐπιστράϕητε, υἱοὶ ἐπιστρέϕοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεϑά σοι, ὅτι σὺ κύριος ϑεὸς ἡμῶν εἶ.
Verse: 23    
ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ δύναμις τῶν ὀρέων, πλὴν διὰ κυρίου ϑεοῦ ἡμῶν σωτηρία τοῦ Ισραηλ.
Verse: 24    
δὲ αἰσχύνη κατανάλωσεν τοὺς μόχϑους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος ἡμῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς μόσχους αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς ϑυγατέρας αὐτῶν.
Verse: 25    
ἐκοιμήϑημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἀτιμία ἡμῶν, διότι ἔναντι τοῦ ϑεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἀπὸ νεότητος ἡμῶν ἕως τῆς ἡμέρας ταύτης καὶ οὐχ ὑπηκούσαμεν τῆς ϕωνῆς κυρίου τοῦ ϑεοῦ ἡμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.