TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1061
Previous part

Chapter: 8 
Verse: 1    ἐν τῷ καιρῷ ἐκείνῳ, λέγει κύριος, ἐξοίσουσιν τὰ ὀστᾶ τῶν βασιλέων Ιουδα καὶ τὰ ὀστᾶ τῶν ἀρχόντων αὐτοῦ καὶ τὰ ὀστᾶ τῶν ἱερέων καὶ τὰ ὀστᾶ τῶν προϕητῶν καὶ τὰ ὀστᾶ τῶν κατοικούντων Ιερουσαλημ ἐκ τῶν τάϕων αὐτῶν
Verse: 2    
καὶ ψύξουσιν αὐτὰ πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πρὸς πάντας τοὺς ἀστέρας καὶ πρὸς πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ, ἠγάπησαν καὶ οἷς ἐδούλευσαν καὶ ὧν ἐπορεύϑησαν ὀπίσω αὐτῶν καὶ ὧν ἀντείχοντο καὶ οἷς προσεκύνησαν αὐτοῖς· οὐ κοπήσονται καὶ οὐ ταϕήσονται καὶ ἔσονται εἰς παράδειγμα ἐπὶ προσώπου τῆς γῆς,
Verse: 3    
ὅτι εἵλοντο τὸν ϑάνατον τὴν ζωήν, καὶ πᾶσιν τοῖς καταλοίποις τοῖς καταλειϕϑεῖσιν ἀπὸ τῆς γενεᾶς ἐκείνης ἐν παντὶ τόπῳ, οὗ ἐὰν ἐξώσω αὐτοὺς ἐκεῖ.
Verse: 4    
῞Οτι τάδε λέγει κύριος Μὴ πίπτων οὐκ ἀνίσταται; ἀποστρέϕων οὐκ ἐπιστρέϕει;
Verse: 5    
διὰ τί ἀπέστρεψεν λαός μου οὗτος ἀποστροϕὴν ἀναιδῆ καὶ κατεκρατήϑησαν ἐν τῇ προαιρέσει αὐτῶν καὶ οὐκ ἠϑέλησαν τοῦ ἐπιστρέψαι;
Verse: 6    
ἐνωτίσασϑε δὴ καὶ ἀκούσατε· οὐχ οὕτως λαλήσουσιν, οὐκ ἔστιν ἄνϑρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὐτοῦ λέγων Τί ἐποίησα; διέλιπεν τρέχων ἀπὸ τοῦ δρόμου αὐτοῦ ὡς ἵππος κάϑιδρος ἐν χρεμετισμῷ αὐτοῦ.
Verse: 7    
καὶ ασιδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς, τρυγὼν καὶ χελιδών, ἀγροῦ στρουϑία ἐϕύλαξαν καιροὺς εἰσόδων αὐτῶν, δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα κυρίου.
Verse: 8    
πῶς ἐρεῖτε ὅτι Σοϕοί ἐσμεν ἡμεῖς, καὶ νόμος κυρίου ἐστὶν μεϑ' ἡμῶν; εἰς μάτην ἐγενήϑη σχοῖνος ψευδὴς γραμματεῦσιν.
Verse: 9    
ᾐσχύνϑησαν σοϕοὶ καὶ ἐπτοήϑησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν· σοϕία τίς ἐστιν ἐν αὐτοῖς;
Verse: 10    
διὰ τοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις,
Verse: 13    
καὶ συνάξουσιν τὰ γενήματα αὐτῶν, λέγει κύριος, οὐκ ἔστιν σταϕυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἔστιν σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ ϕύλλα κατερρύηκεν.
Verse: 14    
ἐπὶ τί ἡμεῖς καϑήμεϑα; συνάχϑητε καὶ εἰσέλϑωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἀπορριϕῶμεν, ὅτι ϑεὸς ἀπέρριψεν ἡμᾶς καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς, ὅτι ἡμάρτομεν ἐναντίον αὐτοῦ.
Verse: 15    
συνήχϑημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαϑά· εἰς καιρὸν ἰάσεως, καὶ ἰδοὺ σπουδή.
Verse: 16    
ἐκ Δαν ἀκουσόμεϑα ϕωνὴν ὀξύτητος ἵππων αὐτοῦ, ἀπὸ ϕωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ ἐσείσϑη πᾶσα γῆ· καὶ ἥξει καὶ καταϕάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλιν καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ.
Verse: 17    
διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄϕεις ϑανατοῦντας, οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται ὑμᾶς.
Verse: 18    
ἀνίατα μετ' ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης.
Verse: 19    
ἰδοὺ ϕωνὴ κραυγῆς ϑυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόϑεν Μὴ κύριος οὐκ ἔστιν ἐν Σιων; βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; διὰ τί παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὐτῶν καὶ ἐν ματαίοις ἀλλοτρίοις;
Verse: 20    
διῆλϑεν ϑέρος, παρῆλϑεν ἄμητος, καὶ ἡμεῖς οὐ διεσώϑημεν.
Verse: 21    
ἐπὶ συντρίμματι ϑυγατρὸς λαοῦ μου ἐσκοτώϑην· ἀπορίᾳ κατίσχυσάν με ὠδῖνες ὡς τικτούσης.
Verse: 22    
μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλααδ, ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις ϑυγατρὸς λαοῦ μου;
Verse: 23    
τίς δώσει κεϕαλῇ μου ὕδωρ καὶ ὀϕϑαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαόν μου τοῦτον ἡμέρας καὶ νυκτός, τοὺς τετραυματισμένους ϑυγατρὸς λαοῦ μου;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.