TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 957
Previous part

Chapter: 2 
Verse: 1    Καὶ προσέταξεν κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ιωναν· καὶ ἦν Ιωνας ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
Verse: 2    
καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν ϑεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους
Verse: 3    
καὶ εἶπεν ᾽Εβόησα ἐν ϑλίψει μου πρὸς κύριον τὸν ϑεόν μου, καὶ εἰσήκουσέν // μου· ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας ϕωνῆς μου.
Verse: 4    
ἀπέρριψάς με εἰς βάϑη καρδίας ϑαλάσσης, καὶ ποταμοί με // ἐκύκλωσαν· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλϑον.
Verse: 5    
καὶ ἐγὼ εἶπα ᾽Απῶσμαι ἐξ ὀϕϑαλμῶν σου· ἆρα προσϑήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν // σου;
Verse: 6    
περιεχύϑη ὕδωρ μοι ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ κεϕαλή μου εἰς σχισμὰς ὀρέων.
Verse: 7    
κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω ϕϑορὰ ζωῆς μου, κύριε ϑεός μου.
Verse: 8    
ἐν τῷ ἐκλείπειν ἀπ' ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσϑην, καὶ ἔλϑοι πρὸς σὲ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
Verse: 9    
ϕυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον.
Verse: 10    
ἐγὼ δὲ μετὰ ϕωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως ϑύσω σοι· ὅσα ηὐξάμην, ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ.
Verse: 11    
καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ιωναν ἐπὶ τὴν ξηράν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.