TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 959
Previous part

Chapter: 4 
Verse: 1    Καὶ ἐλυπήϑη Ιωνας λύπην μεγάλην καὶ συνεχύϑη.
Verse: 2    
καὶ προσεύξατο πρὸς κύριον καὶ εἶπεν ῏Ω κύριε, οὐχ οὗτοι οἱ λόγοι μου ἔτι ὄντος μου ἐν τῇ γῇ μου; διὰ τοῦτο προέϕϑασα τοῦ ϕυγεῖν εἰς Θαρσις, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων, μακρόϑυμος καὶ πολυέλεος καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.
Verse: 3    
καὶ νῦν, δέσποτα κύριε, λαβὲ τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι καλὸν τὸ ἀποϑανεῖν με ζῆν με.
Verse: 4    
καὶ εἶπεν κύριος πρὸς Ιωναν Εἰ σϕόδρα λελύπησαι σύ;
Verse: 5    
καὶ ἐξῆλϑεν Ιωνας ἐκ τῆς πόλεως καὶ ἐκάϑισεν ἀπέναντι τῆς πόλεως· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ σκηνὴν καὶ ἐκάϑητο ὑποκάτω αὐτῆς ἐν σκιᾷ, ἕως οὗ ἀπίδῃ τί ἔσται τῇ πόλει.
Verse: 6    
καὶ προσέταξεν κύριος ϑεὸς κολοκύνϑῃ, καὶ ἀνέβη ὑπὲρ κεϕαλῆς τοῦ Ιωνα τοῦ εἶναι σκιὰν ὑπεράνω τῆς κεϕαλῆς αὐτοῦ τοῦ σκιάζειν αὐτῷ ἀπὸ τῶν κακῶν αὐτοῦ· καὶ ἐχάρη Ιωνας ἐπὶ τῇ κολοκύνϑῃ χαρὰν μεγάλην.
Verse: 7    
καὶ προσέταξεν ϑεὸς σκώληκι ἑωϑινῇ τῇ ἐπαύριον, καὶ ἐπάταξεν τὴν κολόκυνϑαν, καὶ ἀπεξηράνϑη.
Verse: 8    
καὶ ἐγένετο ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον καὶ προσέταξεν ϑεὸς πνεύματι καύσωνος συγκαίοντι, καὶ ἐπάταξεν ἥλιος ἐπὶ τὴν κεϕαλὴν Ιωνα· καὶ ὠλιγοψύχησεν καὶ ἀπελέγετο τὴν ψυχὴν αὐτοῦ καὶ εἶπεν Καλόν μοι ἀποϑανεῖν με ζῆν.
Verse: 9    
καὶ εἶπεν ϑεὸς πρὸς Ιωναν Εἰ σϕόδρα λελύπησαι σὺ ἐπὶ τῇ κολοκύνϑῃ; καὶ εἶπεν Σϕόδρα λελύπημαι ἐγὼ ἕως ϑανάτου.
Verse: 10    
καὶ εἶπεν κύριος Σὺ ἐϕείσω ὑπὲρ τῆς κολοκύνϑης, ὑπὲρ ἧς οὐκ ἐκακοπάϑησας ἐπ' αὐτὴν καὶ οὐκ ἐξέϑρεψας αὐτήν, ἐγενήϑη ὑπὸ νύκτα καὶ ὑπὸ νύκτα ἀπώλετο.
Verse: 11    
ἐγὼ δὲ οὐ ϕείσομαι ὑπὲρ Νινευη τῆς πόλεως τῆς μεγάλης, ἐν κατοικοῦσιν πλείους δώδεκα μυριάδες ἀνϑρώπων, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά; //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.