TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 91
Previous part

Book: Lev. 
ΛΕΥΙΤΙΚΟΝ


Chapter: 1 
Verse: 1    Καὶ ἀνεκάλεσεν Μωυσῆν καὶ ἐλάλησεν κύριος αὐτῷ ἐκ τῆς σκηνῆς τοῦ μαρτυρίου λέγων
Verse: 2    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ῎Ανϑρωπος ἐξ ὑμῶν ἐὰν προσαγάγῃ δῶρα τῷ κυρίῳ, ἀπὸ τῶν κτηνῶν, ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων, προσοίσετε τὰ δῶρα ὑμῶν.
Verse: 3    
ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ ἐκ τῶν βοῶν, ἄρσεν ἄμωμον προσάξει· πρὸς τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου προσοίσει αὐτὸ δεκτὸν ἐναντίον κυρίου.
Verse: 4    
καὶ ἐπιϑήσει τὴν χεῖρα ἐπὶ τὴν κεϕαλὴν τοῦ καρπώματος, δεκτὸν αὐτῷ ἐξιλάσασϑαι περὶ αὐτοῦ.
Verse: 5    
καὶ σϕάξουσι τὸν μόσχον ἔναντι κυρίου, καὶ προσοίσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα καὶ προσχεοῦσιν τὸ αἷμα ἐπὶ τὸ ϑυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν ϑυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 6    
καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατὰ μέλη,
Verse: 7    
καὶ ἐπιϑήσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς πῦρ ἐπὶ τὸ ϑυσιαστήριον καὶ ἐπιστοιβάσουσιν ξύλα ἐπὶ τὸ πῦρ,
Verse: 8    
καὶ ἐπιστοιβάσουσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὰ διχοτομήματα καὶ τὴν κεϕαλὴν καὶ τὸ στέαρ ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ὄντα ἐπὶ τοῦ ϑυσιαστηρίου,
Verse: 9    
τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι, καὶ ἐπιϑήσουσιν οἱ ἱερεῖς τὰ πάντα ἐπὶ τὸ ϑυσιαστήριον· κάρπωμά ἐστιν, ϑυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
Verse: 10    
᾽Εὰν δὲ ἀπὸ τῶν προβάτων τὸ δῶρον αὐτοῦ τῷ κυρίῳ, ἀπό τε τῶν ἀρνῶν καὶ τῶν ἐρίϕων, εἰς ὁλοκαύτωμα, ἄρσεν ἄμωμον προσάξει αὐτὸ καὶ ἐπιϑήσει τὴν χεῖρα ἐπὶ τὴν κεϕαλὴν αὐτοῦ.
Verse: 11    
καὶ σϕάξουσιν αὐτὸ ἐκ πλαγίων τοῦ ϑυσιαστηρίου πρὸς βορρᾶν ἔναντι κυρίου, καὶ προσχεοῦσιν οἱ υἱοὶ Ααρων οἱ ἱερεῖς τὸ αἷμα αὐτοῦ ἐπὶ τὸ ϑυσιαστήριον κύκλῳ.
Verse: 12    
καὶ διελοῦσιν αὐτὸ κατὰ μέλη καὶ τὴν κεϕαλὴν καὶ τὸ στέαρ, καὶ ἐπιστοιβάσουσιν αὐτὰ οἱ ἱερεῖς ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρὸς τὰ ἐπὶ τοῦ ϑυσιαστηρίου.
Verse: 13    
καὶ τὰ ἐγκοίλια καὶ τοὺς πόδας πλυνοῦσιν ὕδατι, καὶ προσοίσει ἱερεὺς τὰ πάντα καὶ ἐπιϑήσει ἐπὶ τὸ ϑυσιαστήριον· κάρπωμά ἐστιν, ϑυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
Verse: 14    
᾽Εὰν δὲ ἀπὸ τῶν πετεινῶν κάρπωμα προσϕέρῃς δῶρον τῷ κυρίῳ, καὶ προσοίσει ἀπὸ τῶν τρυγόνων ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ.
Verse: 15    
καὶ προσοίσει αὐτὸ ἱερεὺς πρὸς τὸ ϑυσιαστήριον καὶ ἀποκνίσει τὴν κεϕαλήν, καὶ ἐπιϑήσει ἱερεὺς ἐπὶ τὸ ϑυσιαστήριον καὶ στραγγιεῖ τὸ αἷμα πρὸς τὴν βάσιν τοῦ ϑυσιαστηρίου.
Verse: 16    
καὶ ἀϕελεῖ τὸν πρόλοβον σὺν τοῖς πτεροῖς καὶ ἐκβαλεῖ αὐτὸ παρὰ τὸ ϑυσιαστήριον κατὰ ἀνατολὰς εἰς τὸν τόπον τῆς σποδοῦ.
Verse: 17    
καὶ ἐκκλάσει αὐτὸ ἐκ τῶν πτερύγων καὶ οὐ διελεῖ, καὶ ἐπιϑήσει αὐτὸ ἱερεὺς ἐπὶ τὸ ϑυσιαστήριον ἐπὶ τὰ ξύλα τὰ ἐπὶ τοῦ πυρός· κάρπωμά ἐστιν, ϑυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.