TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 100
Previous part

Chapter: 10 
Verse: 1    Καὶ λαβόντες οἱ δύο υἱοὶ Ααρων Ναδαβ καὶ Αβιουδ ἕκαστος τὸ πυρεῖον αὐτοῦ ἐπέϑηκαν ἐπ' αὐτὸ πῦρ καὶ ἐπέβαλον ἐπ' αὐτὸ ϑυμίαμα καὶ προσήνεγκαν ἔναντι κυρίου πῦρ ἀλλότριον, οὐ προσέταξεν κύριος αὐτοῖς.
Verse: 2    
καὶ ἐξῆλϑεν πῦρ παρὰ κυρίου καὶ κατέϕαγεν αὐτούς, καὶ ἀπέϑανον ἔναντι κυρίου.
Verse: 3    
καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων Τοῦτό ἐστιν, εἶπεν κύριος λέγων ᾽Εν τοῖς ἐγγίζουσίν μοι ἁγιασϑήσομαι καὶ ἐν πάσῃ τῇ συναγωγῇ δοξασϑήσομαι. καὶ κατενύχϑη Ααρων.
Verse: 4    
καὶ ἐκάλεσεν Μωυσῆς τὸν Μισαδαι καὶ τὸν Ελισαϕαν υἱοὺς Οζιηλ υἱοὺς τοῦ ἀδελϕοῦ τοῦ πατρὸς Ααρων καὶ εἶπεν αὐτοῖς Προσέλϑατε καὶ ἄρατε τοὺς ἀδελϕοὺς ὑμῶν ἐκ προσώπου τῶν ἁγίων ἔξω τῆς παρεμβολῆς.
Verse: 5    
καὶ προσῆλϑον καὶ ἦραν ἐν τοῖς χιτῶσιν αὐτῶν ἔξω τῆς παρεμβολῆς, ὃν τρόπον εἶπεν Μωυσῆς.
Verse: 6    
καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ Ελεαζαρ καὶ Ιϑαμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους Τὴν κεϕαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε, ἵνα μὴ ἀποϑάνητε καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται ϑυμός· οἱ ἀδελϕοὶ ὑμῶν πᾶς οἶκος Ισραηλ κλαύσονται τὸν ἐμπυρισμόν, ὃν ἐνεπυρίσϑησαν ὑπὸ κυρίου.
Verse: 7    
καὶ ἀπὸ τῆς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσϑε, ἵνα μὴ ἀποϑάνητε· τὸ γὰρ ἔλαιον τῆς χρίσεως τὸ παρὰ κυρίου ἐϕ' ὑμῖν. καὶ ἐποίησαν κατὰ τὸ ῥῆμα Μωυσῆ.
Verse: 8    
Καὶ ἐλάλησεν κύριος τῷ Ααρων λέγων
Verse: 9    
Οἶνον καὶ σικερα οὐ πίεσϑε, σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ, ἡνίκα ἂν εἰσπορεύησϑε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, προσπορευομένων ὑμῶν πρὸς τὸ ϑυσιαστήριον, καὶ οὐ μὴ ἀποϑάνητε [νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν]
Verse: 10    
διαστεῖλαι ἀνὰ μέσον τῶν ἁγίων καὶ τῶν βεβήλων καὶ ἀνὰ μέσον τῶν ἀκαϑάρτων καὶ τῶν καϑαρῶν.
Verse: 11    
καὶ συμβιβάσεις τοὺς υἱοὺς Ισραηλ πάντα τὰ νόμιμα, ἐλάλησεν κύριος πρὸς αὐτοὺς διὰ χειρὸς Μωυσῆ.
Verse: 12    
Καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ πρὸς Ελεαζαρ καὶ Ιϑαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλειϕϑέντας Λάβετε τὴν ϑυσίαν τὴν καταλειϕϑεῖσαν ἀπὸ τῶν καρπωμάτων κυρίου καὶ ϕάγεσϑε ἄζυμα παρὰ τὸ ϑυσιαστήριον· ἅγια ἁγίων ἐστίν.
Verse: 13    
καὶ ϕάγεσϑε αὐτὴν ἐν τόπῳ ἁγίῳ· νόμιμον γάρ σοί ἐστιν καὶ νόμιμον τοῖς υἱοῖς σου τοῦτο ἀπὸ τῶν καρπωμάτων κυρίου· οὕτω γὰρ ἐντέταλταί μοι.
Verse: 14    
καὶ τὸ στηϑύνιον τοῦ ἀϕορίσματος καὶ τὸν βραχίονα τοῦ ἀϕαιρέματος ϕάγεσϑε ἐν τόπῳ ἁγίῳ, σὺ καὶ οἱ υἱοί σου καὶ οἶκός σου μετὰ σοῦ· νόμιμον γὰρ σοὶ καὶ νόμιμον τοῖς υἱοῖς σου ἐδόϑη ἀπὸ τῶν ϑυσιῶν τοῦ σωτηρίου τῶν υἱῶν Ισραηλ.
Verse: 15    
τὸν βραχίονα τοῦ ἀϕαιρέματος καὶ τὸ στηϑύνιον τοῦ ἀϕορίσματος ἐπὶ τῶν καρπωμάτων τῶν στεάτων προσοίσουσιν, ἀϕόρισμα ἀϕορίσαι ἔναντι κυρίου· καὶ ἔσται σοὶ καὶ τοῖς υἱοῖς σου καὶ ταῖς ϑυγατράσιν σου μετὰ σοῦ νόμιμον αἰώνιον, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 16    
Καὶ τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας ζητῶν ἐξεζήτησεν Μωυσῆς, καὶ ὅδε ἐνεπεπύριστο· καὶ ἐϑυμώϑη Μωυσῆς ἐπὶ Ελεαζαρ καὶ Ιϑαμαρ τοὺς υἱοὺς Ααρων τοὺς καταλελειμμένους λέγων
Verse: 17    
Διὰ τί οὐκ ἐϕάγετε τὸ περὶ τῆς ἁμαρτίας ἐν τόπῳ ἁγίῳ; ὅτι γὰρ ἅγια ἁγίων ἐστίν, τοῦτο ἔδωκεν ὑμῖν ϕαγεῖν, ἵνα ἀϕέλητε τὴν ἁμαρτίαν τῆς συναγωγῆς καὶ ἐξιλάσησϑε περὶ αὐτῶν ἔναντι κυρίου·
Verse: 18    
οὐ γὰρ εἰσήχϑη τοῦ αἵματος αὐτοῦ εἰς τὸ ἅγιον· κατὰ πρόσωπον ἔσω ϕάγεσϑε αὐτὸ ἐν τόπῳ ἁγίῳ, ὃν τρόπον μοι συνέταξεν κύριος.
Verse: 19    
καὶ ἐλάλησεν Ααρων πρὸς Μωυσῆν λέγων Εἰ σήμερον προσαγειόχασιν τὰ περὶ τῆς ἁμαρτίας αὐτῶν καὶ τὰ ὁλοκαυτώματα αὐτῶν ἔναντι κυρίου, καὶ συμβέβηκέν μοι ταῦτα· καὶ ϕάγομαι τὰ περὶ τῆς ἁμαρτίας σήμερον, μὴ ἀρεστὸν ἔσται κυρίῳ;
Verse: 20    
καὶ ἤκουσεν Μωυσῆς, καὶ ἤρεσεν αὐτῷ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.