TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 108
Previous part

Chapter: 18 
Verse: 1    Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ᾽Εγὼ κύριος ϑεὸς ὑμῶν.
Verse: 3    
κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν κατῳκήσατε ἐπ' αὐτῇ, οὐ ποιήσετε καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χανααν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσϑε·
Verse: 4    
τὰ κρίματά μου ποιήσετε καὶ τὰ προστάγματά μου ϕυλάξεσϑε πορεύεσϑαι ἐν αὐτοῖς· ἐγὼ κύριος ϑεὸς ὑμῶν.
Verse: 5    
καὶ ϕυλάξεσϑε πάντα τὰ προστάγματά μου καὶ πάντα τὰ κρίματά μου καὶ ποιήσετε αὐτά, ποιήσας ἄνϑρωπος ζήσεται ἐν αὐτοῖς· ἐγὼ κύριος ϑεὸς ὑμῶν.
Verse: 6    
῎Ανϑρωπος ἄνϑρωπος πρὸς πάντα οἰκεῖα σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ κύριος.
Verse: 7    
ἀσχημοσύνην πατρός σου καὶ ἀσχημοσύνην μητρός σου οὐκ ἀποκαλύψεις· μήτηρ γάρ σού ἐστιν, καὶ οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
Verse: 8    
ἀσχημοσύνην γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις· ἀσχημοσύνη πατρός σού ἐστιν.
Verse: 9    
ἀσχημοσύνην τῆς ἀδελϕῆς σου ἐκ πατρός σου ἐκ μητρός σου, ἐνδογενοῦς γεγεννημένης ἔξω, οὐκ ἀποκαλύψεις ἀσχημοσύνην αὐτῆς.
Verse: 10    
ἀσχημοσύνην ϑυγατρὸς υἱοῦ σου ϑυγατρὸς ϑυγατρός σου, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῶν, ὅτι σὴ ἀσχημοσύνη ἐστίν.
Verse: 11    
ἀσχημοσύνην ϑυγατρὸς γυναικὸς πατρός σου οὐκ ἀποκαλύψεις· ὁμοπατρία ἀδελϕή σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
Verse: 12    
ἀσχημοσύνην ἀδελϕῆς πατρός σου οὐκ ἀποκαλύψεις· οἰκεία γὰρ πατρός σού ἐστιν.
Verse: 13    
ἀσχημοσύνην ἀδελϕῆς μητρός σου οὐκ ἀποκαλύψεις· οἰκεία γὰρ μητρός σού ἐστιν.
Verse: 14    
ἀσχημοσύνην ἀδελϕοῦ τοῦ πατρός σου οὐκ ἀποκαλύψεις καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ οὐκ εἰσελεύσῃ· συγγενὴς γάρ σού ἐστιν.
Verse: 15    
ἀσχημοσύνην νύμϕης σου οὐκ ἀποκαλύψεις· γυνὴ γὰρ υἱοῦ σού ἐστιν, οὐκ ἀποκαλύψεις τὴν ἀσχημοσύνην αὐτῆς.
Verse: 16    
ἀσχημοσύνην γυναικὸς ἀδελϕοῦ σου οὐκ ἀποκαλύψεις· ἀσχημοσύνη ἀδελϕοῦ σού ἐστιν.
Verse: 17    
ἀσχημοσύνην γυναικὸς καὶ ϑυγατρὸς αὐτῆς οὐκ ἀποκαλύψεις· τὴν ϑυγατέρα τοῦ υἱοῦ αὐτῆς καὶ τὴν ϑυγατέρα τῆς ϑυγατρὸς αὐτῆς οὐ λήμψῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῶν· οἰκεῖαι γάρ σού εἰσιν, ἀσέβημά ἐστιν.
Verse: 18    
γυναῖκα ἐπὶ ἀδελϕῇ αὐτῆς οὐ λήμψῃ ἀντίζηλον ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπ' αὐτῇ ἔτι ζώσης αὐτῆς.
Verse: 19    
Καὶ πρὸς γυναῖκα ἐν χωρισμῷ ἀκαϑαρσίας αὐτῆς οὐ προσελεύσῃ ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς.
Verse: 20    
καὶ πρὸς τὴν γυναῖκα τοῦ πλησίον σου οὐ δώσεις κοίτην σπέρματός σου ἐκμιανϑῆναι πρὸς αὐτήν.
Verse: 21    
καὶ ἀπὸ τοῦ σπέρματός σου οὐ δώσεις λατρεύειν ἄρχοντι καὶ οὐ βεβηλώσεις τὸ ὄνομα τὸ ἅγιον· ἐγὼ κύριος.
Verse: 22    
καὶ μετὰ ἄρσενος οὐ κοιμηϑήσῃ κοίτην γυναικός· βδέλυγμα γάρ ἐστιν.
Verse: 23    
καὶ πρὸς πᾶν τετράπουν οὐ δώσεις τὴν κοίτην σου εἰς σπερματισμὸν ἐκμιανϑῆναι πρὸς αὐτό, καὶ γυνὴ οὐ στήσεται πρὸς πᾶν τετράπουν βιβασϑῆναι· μυσερὸν γάρ ἐστιν.
Verse: 24    
Μὴ μιαίνεσϑε ἐν πᾶσιν τούτοις· ἐν πᾶσι γὰρ τούτοις ἐμιάνϑησαν τὰ ἔϑνη, ἐγὼ ἐξαποστέλλω πρὸ προσώπου ὑμῶν,
Verse: 25    
καὶ ἐμιάνϑη γῆ, καὶ ἀνταπέδωκα ἀδικίαν αὐτοῖς δι' αὐτήν, καὶ προσώχϑισεν γῆ τοῖς ἐγκαϑημένοις ἐπ' αὐτῆς.
Verse: 26    
καὶ ϕυλάξεσϑε πάντα τὰ νόμιμά μου καὶ πάντα τὰ προστάγματά μου καὶ οὐ ποιήσετε ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ἐγχώριος καὶ προσγενόμενος προσήλυτος ἐν ὑμῖν·
Verse: 27    
πάντα γὰρ τὰ βδελύγματα ταῦτα ἐποίησαν οἱ ἄνϑρωποι τῆς γῆς οἱ ὄντες πρότεροι ὑμῶν, καὶ ἐμιάνϑη γῆ·
Verse: 28    
καὶ ἵνα μὴ προσοχϑίσῃ ὑμῖν γῆ ἐν τῷ μιαίνειν ὑμᾶς αὐτήν, ὃν τρόπον προσώχϑισεν τοῖς ἔϑνεσιν τοῖς πρὸ ὑμῶν.
Verse: 29    
ὅτι πᾶς, ὃς ἂν ποιήσῃ ἀπὸ πάντων τῶν βδελυγμάτων τούτων, ἐξολεϑρευϑήσονται αἱ ψυχαὶ αἱ ποιοῦσαι ἐκ τοῦ λαοῦ αὐτῶν.
Verse: 30    
καὶ ϕυλάξετε τὰ προστάγματά μου, ὅπως μὴ ποιήσητε ἀπὸ πάντων τῶν νομίμων τῶν ἐβδελυγμένων, γέγονεν πρὸ τοῦ ὑμᾶς, καὶ οὐ μιανϑήσεσϑε ἐν αὐτοῖς· ὅτι ἐγὼ κύριος ϑεὸς ὑμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.