TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 92
Previous part

Chapter: 2 
Verse: 1    ᾽Εὰν δὲ ψυχὴ προσϕέρῃ δῶρον ϑυσίαν τῷ κυρίῳ, σεμίδαλις ἔσται τὸ δῶρον αὐτοῦ, καὶ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον καὶ ἐπιϑήσει ἐπ' αὐτὸ λίβανον· ϑυσία ἐστίν.
Verse: 2    
καὶ οἴσει πρὸς τοὺς υἱοὺς Ααρων τοὺς ἱερεῖς, καὶ δραξάμενος ἀπ' αὐτῆς πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς καὶ ἐπιϑήσει ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἐπὶ τὸ ϑυσιαστήριον· ϑυσία, ὀσμὴ εὐωδίας τῷ κυρίῳ.
Verse: 3    
καὶ τὸ λοιπὸν ἀπὸ τῆς ϑυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ· ἅγιον τῶν ἁγίων ἀπὸ τῶν ϑυσιῶν κυρίου.
Verse: 4    
ἐὰν δὲ προσϕέρῃ δῶρον ϑυσίαν πεπεμμένην ἐν κλιβάνῳ, δῶρον κυρίῳ ἐκ σεμιδάλεως, ἄρτους ἀζύμους πεϕυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα διακεχρισμένα ἐν ἐλαίῳ.
Verse: 5    
ἐὰν δὲ ϑυσία ἀπὸ τηγάνου τὸ δῶρόν σου, σεμίδαλις πεϕυραμένη ἐν ἐλαίῳ, ἄζυμα ἔσται·
Verse: 6    
καὶ διαϑρύψεις αὐτὰ κλάσματα καὶ ἐπιχεεῖς ἐπ' αὐτὰ ἔλαιον· ϑυσία ἐστὶν κυρίῳ.
Verse: 7    
ἐὰν δὲ ϑυσία ἀπὸ ἐσχάρας τὸ δῶρόν σου, σεμίδαλις ἐν ἐλαίῳ ποιηϑήσεται.
Verse: 8    
καὶ προσοίσει τὴν ϑυσίαν, ἣν ἂν ποιῇ ἐκ τούτων, τῷ κυρίῳ· καὶ προσοίσει πρὸς τὸν ἱερέα, καὶ προσεγγίσας πρὸς τὸ ϑυσιαστήριον
Verse: 9    
ἀϕελεῖ ἱερεὺς ἀπὸ τῆς ϑυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἐπιϑήσει ἱερεὺς ἐπὶ τὸ ϑυσιαστήριον· κάρπωμα, ὀσμὴ εὐωδίας κυρίῳ.
Verse: 10    
τὸ δὲ καταλειϕϑὲν ἀπὸ τῆς ϑυσίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ· ἅγια τῶν ἁγίων ἀπὸ τῶν καρπωμάτων κυρίου.
Verse: 11    
Πᾶσαν ϑυσίαν, ἣν ἂν προσϕέρητε κυρίῳ, οὐ ποιήσετε ζυμωτόν· πᾶσαν γὰρ ζύμην καὶ πᾶν μέλι, οὐ προσοίσετε ἀπ' αὐτοῦ καρπῶσαι κυρίῳ.
Verse: 12    
δῶρον ἀπαρχῆς προσοίσετε αὐτὰ κυρίῳ, ἐπὶ δὲ τὸ ϑυσιαστήριον οὐκ ἀναβιβασϑήσεται εἰς ὀσμὴν εὐωδίας κυρίῳ.
Verse: 13    
καὶ πᾶν δῶρον ϑυσίας ὑμῶν ἁλὶ ἁλισϑήσεται· οὐ διαπαύσετε ἅλα διαϑήκης κυρίου ἀπὸ ϑυσιασμάτων ὑμῶν, ἐπὶ παντὸς δώρου ὑμῶν προσοίσετε κυρίῳ τῷ ϑεῷ ὑμῶν ἅλας.
Verse: 14    
ἐὰν δὲ προσϕέρῃς ϑυσίαν πρωτογενημάτων τῷ κυρίῳ, νέα πεϕρυγμένα χίδρα ἐρικτὰ τῷ κυρίῳ, καὶ προσοίσεις τὴν ϑυσίαν τῶν πρωτογενημάτων
Verse: 15    
καὶ ἐπιχεεῖς ἐπ' αὐτὴν ἔλαιον καὶ ἐπιϑήσεις ἐπ' αὐτὴν λίβανον· ϑυσία ἐστίν.
Verse: 16    
καὶ ἀνοίσει ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ καὶ πάντα τὸν λίβανον αὐτῆς· κάρπωμά ἐστιν κυρίῳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.