TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 110
Previous part

Chapter: 20 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις ᾽Εάν τις ἀπὸ τῶν υἱῶν Ισραηλ ἀπὸ τῶν προσγεγενημένων προσηλύτων ἐν Ισραηλ, ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι, ϑανάτῳ ϑανατούσϑω· τὸ ἔϑνος τὸ ἐπὶ τῆς γῆς λιϑοβολήσουσιν αὐτὸν ἐν λίϑοις.
Verse: 3    
καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνϑρωπον ἐκεῖνον καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ, ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι, ἵνα μιάνῃ τὰ ἅγιά μου καὶ βεβηλώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι.
Verse: 4    
ἐὰν δὲ ὑπερόψει ὑπερίδωσιν οἱ αὐτόχϑονες τῆς γῆς τοῖς ὀϕϑαλμοῖς αὐτῶν ἀπὸ τοῦ ἀνϑρώπου ἐκείνου ἐν τῷ δοῦναι αὐτὸν τοῦ σπέρματος αὐτοῦ ἄρχοντι τοῦ μὴ ἀποκτεῖναι αὐτόν,
Verse: 5    
καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνϑρωπον ἐκεῖνον καὶ τὴν συγγένειαν αὐτοῦ καὶ ἀπολῶ αὐτὸν καὶ πάντας τοὺς ὁμονοοῦντας αὐτῷ ὥστε ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας ἐκ τοῦ λαοῦ αὐτῶν.
Verse: 6    
καὶ ψυχή, ἐὰν ἐπακολουϑήσῃ ἐγγαστριμύϑοις ἐπαοιδοῖς ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς.
Verse: 7    
καὶ ἔσεσϑε ἅγιοι, ὅτι ἅγιος ἐγὼ κύριος ϑεὸς ὑμῶν·
Verse: 8    
καὶ ϕυλάξεσϑε τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά· ἐγὼ κύριος ἁγιάζων ὑμᾶς.
Verse: 9    
ἄνϑρωπος ἄνϑρωπος, ὃς ἂν κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ τὴν μητέρα αὐτοῦ, ϑανάτῳ ϑανατούσϑω· πατέρα αὐτοῦ μητέρα αὐτοῦ κακῶς εἶπεν, ἔνοχος ἔσται.
Verse: 10    
ἄνϑρωπος, ὃς ἂν μοιχεύσηται γυναῖκα ἀνδρὸς ὃς ἂν μοιχεύσηται γυναῖκα τοῦ πλησίον, ϑανάτῳ ϑανατούσϑωσαν μοιχεύων καὶ μοιχευομένη.
Verse: 11    
ἐάν τις κοιμηϑῇ μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ἀσχημοσύνην τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυψεν, ϑανάτῳ ϑανατούσϑωσαν ἀμϕότεροι, ἔνοχοί εἰσιν.
Verse: 12    
καὶ ἐάν τις κοιμηϑῇ μετὰ νύμϕης αὐτοῦ, ϑανάτῳ ϑανατούσϑωσαν ἀμϕότεροι· ἠσεβήκασιν γάρ, ἔνοχοί εἰσιν.
Verse: 13    
καὶ ὃς ἂν κοιμηϑῇ μετὰ ἄρσενος κοίτην γυναικός, βδέλυγμα ἐποίησαν ἀμϕότεροι· ϑανατούσϑωσαν, ἔνοχοί εἰσιν.
Verse: 14    
ὃς ἐὰν λάβῃ γυναῖκα καὶ τὴν μητέρα αὐτῆς, ἀνόμημά ἐστιν· ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτάς, καὶ οὐκ ἔσται ἀνομία ἐν ὑμῖν.
Verse: 15    
καὶ ὃς ἂν δῷ κοιτασίαν αὐτοῦ ἐν τετράποδι, ϑανάτῳ ϑανατούσϑω, καὶ τὸ τετράπουν ἀποκτενεῖτε.
Verse: 16    
καὶ γυνή, ἥτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιβασϑῆναι αὐτὴν ὑπ' αὐτοῦ, ἀποκτενεῖτε τὴν γυναῖκα καὶ τὸ κτῆνος· ϑανάτῳ ϑανατούσϑωσαν, ἔνοχοί εἰσιν.
Verse: 17    
ὃς ἐὰν λάβῃ τὴν ἀδελϕὴν αὐτοῦ ἐκ πατρὸς αὐτοῦ ἐκ μητρὸς αὐτοῦ καὶ ἴδῃ τὴν ἀσχημοσύνην αὐτῆς καὶ αὕτη ἴδῃ τὴν ἀσχημοσύνην αὐτοῦ, ὄνειδός ἐστιν, ἐξολεϑρευϑήσονται ἐνώπιον υἱῶν γένους αὐτῶν· ἀσχημοσύνην ἀδελϕῆς αὐτοῦ ἀπεκάλυψεν, ἁμαρτίαν κομιοῦνται.
Verse: 18    
καὶ ἀνήρ, ὃς ἂν κοιμηϑῇ μετὰ γυναικὸς ἀποκαϑημένης καὶ ἀποκαλύψῃ τὴν ἀσχημοσύνην αὐτῆς, τὴν πηγὴν αὐτῆς ἀπεκάλυψεν, καὶ αὕτη ἀπεκάλυψεν τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς· ἐξολεϑρευϑήσονται ἀμϕότεροι ἐκ τοῦ γένους αὐτῶν.
Verse: 19    
καὶ ἀσχημοσύνην ἀδελϕῆς πατρός σου καὶ ἀδελϕῆς μητρός σου οὐκ ἀποκαλύψεις· τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν, ἁμαρτίαν ἀποίσονται.
Verse: 20    
ὃς ἂν κοιμηϑῇ μετὰ τῆς συγγενοῦς αὐτοῦ, ἀσχημοσύνην τῆς συγγενείας αὐτοῦ ἀπεκάλυψεν· ἄτεκνοι ἀποϑανοῦνται.
Verse: 21    
ὃς ἂν λάβῃ τὴν γυναῖκα τοῦ ἀδελϕοῦ αὐτοῦ, ἀκαϑαρσία ἐστίν· ἀσχημοσύνην τοῦ ἀδελϕοῦ αὐτοῦ ἀπεκάλυψεν, ἄτεκνοι ἀποϑανοῦνται.
Verse: 22    
Καὶ ϕυλάξασϑε πάντα τὰ προστάγματά μου καὶ τὰ κρίματά μου καὶ ποιήσετε αὐτά, καὶ οὐ μὴ προσοχϑίσῃ ὑμῖν γῆ, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ κατοικεῖν ἐπ' αὐτῆς.
Verse: 23    
καὶ οὐχὶ πορεύεσϑε τοῖς νομίμοις τῶν ἐϑνῶν, οὓς ἐξαποστέλλω ἀϕ' ὑμῶν· ὅτι ταῦτα πάντα ἐποίησαν, καὶ ἐβδελυξάμην αὐτούς.
Verse: 24    
καὶ εἶπα ὑμῖν ῾Υμεῖς κληρονομήσατε τὴν γῆν αὐτῶν, καὶ ἐγὼ δώσω ὑμῖν αὐτὴν ἐν κτήσει, γῆν ῥέουσαν γάλα καὶ μέλι· ἐγὼ κύριος ϑεὸς ὑμῶν, ὃς διώρισα ὑμᾶς ἀπὸ πάντων τῶν ἐϑνῶν.
Verse: 25    
καὶ ἀϕοριεῖτε αὐτοὺς ἀνὰ μέσον τῶν κτηνῶν τῶν καϑαρῶν καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν ἀκαϑάρτων καὶ ἀνὰ μέσον τῶν πετεινῶν τῶν καϑαρῶν καὶ τῶν ἀκαϑάρτων καὶ οὐ βδελύξετε τὰς ψυχὰς ὑμῶν ἐν τοῖς κτήνεσιν καὶ ἐν τοῖς πετεινοῖς καὶ ἐν πᾶσιν τοῖς ἑρπετοῖς τῆς γῆς, ἐγὼ ἀϕώρισα ὑμῖν ἐν ἀκαϑαρσίᾳ.
Verse: 26    
καὶ ἔσεσϑέ μοι ἅγιοι, ὅτι ἐγὼ ἅγιος κύριος ϑεὸς ὑμῶν ἀϕορίσας ὑμᾶς ἀπὸ πάντων τῶν ἐϑνῶν εἶναι ἐμοί.
Verse: 27    
Καὶ ἀνὴρ γυνή, ὃς ἂν γένηται αὐτῶν ἐγγαστρίμυϑος ἐπαοιδός, ϑανάτῳ ϑανατούσϑωσαν ἀμϕότεροι· λίϑοις λιϑοβολήσατε αὐτούς, ἔνοχοί εἰσιν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.