TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 944
Book: Mich.
ΜΙΧΑΙΑΣ
Chapter: 1
Verse: 1
Καὶ
ἐγένετο
λόγος
κυρίου
πρὸς
Μιχαιαν
τὸν
τοῦ
Μωρασϑι
ἐν
ἡμέραις
Ιωαϑαμ
καὶ
Αχαζ
καὶ
Εζεκιου
βασιλέων
Ιουδα
,
ὑπὲρ
ὧν
εἶδεν
περὶ
Σαμαρείας
καὶ
περὶ
Ιερουσαλημ
.
Verse: 2
᾽Ακούσατε
,
λαοί
,
λόγους
,
καὶ
προσεχέτω
ἡ
γῆ
καὶ
πάντες
οἱ
ἐν
αὐτῇ
,
καὶ
ἔσται
κύριος
ἐν
ὑμῖν
εἰς
μαρτύριον
,
κύριος
ἐξ
οἴκου
ἁγίου
αὐτοῦ
·
Verse: 3
διότι
ἰδοὺ
κύριος
ἐκπορεύεται
ἐκ
τοῦ
τόπου
αὐτοῦ
καὶ
καταβήσεται
καὶ
ἐπιβήσεται
ἐπὶ
τὰ
ὕψη
τῆς
γῆς
,
Verse: 4
καὶ
σαλευϑήσεται
τὰ
ὄρη
ὑποκάτωϑεν
αὐτοῦ
,
καὶ
αἱ
κοιλάδες
τακήσονται
ὡς
κηρὸς
ἀπὸ
προσώπου
πυρὸς
καὶ
ὡς
ὕδωρ
καταϕερόμενον
ἐν
καταβάσει
.
Verse: 5
διὰ
ἀσέβειαν
Ιακωβ
πάντα
ταῦτα
καὶ
διὰ
ἁμαρτίαν
οἴκου
Ισραηλ
.
τίς
ἡ
ἀσέβεια
τοῦ
Ιακωβ
;
οὐ
Σαμάρεια
;
καὶ
τίς
ἡ
ἁμαρτία
οἴκου
Ιουδα
;
οὐχὶ
Ιερουσαλημ
;
Verse: 6
καὶ
ϑήσομαι
Σαμάρειαν
εἰς
ὀπωροϕυλάκιον
ἀγροῦ
καὶ
εἰς
ϕυτείαν
ἀμπελῶνος
καὶ
κατασπάσω
εἰς
χάος
τοὺς
λίϑους
αὐτῆς
καὶ
τὰ
ϑεμέλια
αὐτῆς
ἀποκαλύψω
·
Verse: 7
καὶ
πάντα
τὰ
γλυπτὰ
αὐτῆς
κατακόψουσιν
καὶ
πάντα
τὰ
μισϑώματα
αὐτῆς
ἐμπρήσουσιν
ἐν
πυρί
,
καὶ
πάντα
τὰ
εἴδωλα
αὐτῆς
ϑήσομαι
εἰς
ἀϕανισμόν
·
διότι
ἐκ
μισϑωμάτων
πορνείας
συνήγαγεν
καὶ
ἐκ
μισϑωμάτων
πορνείας
συνέστρεψεν
.
Verse: 8
῞Ενεκεν
τούτου
κόψεται
καὶ
ϑρηνήσει
,
πορεύσεται
ἀνυπόδετος
καὶ
γυμνή
,
ποιήσεται
κοπετὸν
ὡς
δρακόντων
καὶ
πένϑος
ὡς
ϑυγατέρων
σειρήνων
·
Verse: 9
ὅτι
κατεκράτησεν
ἡ
πληγὴ
αὐτῆς
,
διότι
ἦλϑεν
ἕως
Ιουδα
καὶ
ἥψατο
ἕως
πύλης
λαοῦ
μου
,
ἕως
Ιερουσαλημ
.
Verse: 10
οἱ
ἐν
Γεϑ
,
μὴ
μεγαλύνεσϑε
·
οἱ
ἐν
Ακιμ
,
μὴ
ἀνοικοδομεῖτε
ἐξ
οἴκου
κατὰ
γέλωτα
,
γῆν
καταπάσασϑε
κατὰ
γέλωτα
ὑμῶν
.
Verse: 11
κατοικοῦσα
καλῶς
τὰς
πόλεις
αὐτῆς
οὐκ
ἐξῆλϑεν
κατοικοῦσα
Σεννααν
κόψασϑαι
οἶκον
ἐχόμενον
αὐτῆς
,
λήμψεται
ἐξ
ὑμῶν
πληγὴν
ὀδύνης
.
Verse: 12
τίς
ἤρξατο
εἰς
ἀγαϑὰ
κατοικούσῃ
ὀδύνας
;
ὅτι
κατέβη
κακὰ
παρὰ
κυρίου
ἐπὶ
πύλας
Ιερουσαλημ
,
Verse: 13
ψόϕος
ἁρμάτων
καὶ
ἱππευόντων
.
κατοικοῦσα
Λαχις
,
ἀρχηγὸς
ἁμαρτίας
αὐτή
ἐστιν
τῇ
ϑυγατρὶ
Σιων
,
ὅτι
ἐν
σοὶ
εὑρέϑησαν
ἀσέβειαι
τοῦ
Ισραηλ
.
Verse: 14
διὰ
τοῦτο
δώσεις
ἐξαποστελλομένους
ἕως
κληρονομίας
Γεϑ
οἴκους
ματαίους
·
εἰς
κενὰ
ἐγένετο
τοῖς
βασιλεῦσιν
τοῦ
Ισραηλ
.
Verse: 15
ἕως
τοὺς
κληρονόμους
ἀγάγω
σοι
,
κατοικοῦσα
Λαχις
κληρονομία
,
ἕως
Οδολλαμ
ἥξει
ἡ
δόξα
τῆς
ϑυγατρὸς
Ισραηλ
.
Verse: 16
ξύρησαι
καὶ
κεῖραι
ἐπὶ
τὰ
τέκνα
τὰ
τρυϕερά
σου
,
ἐμπλάτυνον
τὴν
χηρείαν
σου
ὡς
ἀετός
,
ὅτι
ᾐχμαλωτεύϑησαν
ἀπὸ
σοῦ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.