TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 944
Previous part

Book: Mich. 
ΜΙΧΑΙΑΣ


Chapter: 1 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν τοῦ Μωρασϑι ἐν ἡμέραις Ιωαϑαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα, ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ.
Verse: 2    
᾽Ακούσατε, λαοί, λόγους, καὶ προσεχέτω γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται κύριος ἐν ὑμῖν εἰς μαρτύριον, κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ·
Verse: 3    
διότι ἰδοὺ κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,
Verse: 4    
καὶ σαλευϑήσεται τὰ ὄρη ὑποκάτωϑεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταϕερόμενον ἐν καταβάσει.
Verse: 5    
διὰ ἀσέβειαν Ιακωβ πάντα ταῦτα καὶ διὰ ἁμαρτίαν οἴκου Ισραηλ. τίς ἀσέβεια τοῦ Ιακωβ; οὐ Σαμάρεια; καὶ τίς ἁμαρτία οἴκου Ιουδα; οὐχὶ Ιερουσαλημ;
Verse: 6    
καὶ ϑήσομαι Σαμάρειαν εἰς ὀπωροϕυλάκιον ἀγροῦ καὶ εἰς ϕυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίϑους αὐτῆς καὶ τὰ ϑεμέλια αὐτῆς ἀποκαλύψω·
Verse: 7    
καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσιν καὶ πάντα τὰ μισϑώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς ϑήσομαι εἰς ἀϕανισμόν· διότι ἐκ μισϑωμάτων πορνείας συνήγαγεν καὶ ἐκ μισϑωμάτων πορνείας συνέστρεψεν.
Verse: 8    
῞Ενεκεν τούτου κόψεται καὶ ϑρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένϑος ὡς ϑυγατέρων σειρήνων·
Verse: 9    
ὅτι κατεκράτησεν πληγὴ αὐτῆς, διότι ἦλϑεν ἕως Ιουδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ιερουσαλημ.
Verse: 10    
οἱ ἐν Γεϑ, μὴ μεγαλύνεσϑε· οἱ ἐν Ακιμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασϑε κατὰ γέλωτα ὑμῶν.
Verse: 11    
κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς οὐκ ἐξῆλϑεν κατοικοῦσα Σεννααν κόψασϑαι οἶκον ἐχόμενον αὐτῆς, λήμψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.
Verse: 12    
τίς ἤρξατο εἰς ἀγαϑὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ιερουσαλημ,
Verse: 13    
ψόϕος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα Λαχις, ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστιν τῇ ϑυγατρὶ Σιων, ὅτι ἐν σοὶ εὑρέϑησαν ἀσέβειαι τοῦ Ισραηλ.
Verse: 14    
διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γεϑ οἴκους ματαίους· εἰς κενὰ ἐγένετο τοῖς βασιλεῦσιν τοῦ Ισραηλ.
Verse: 15    
ἕως τοὺς κληρονόμους ἀγάγω σοι, κατοικοῦσα Λαχις κληρονομία, ἕως Οδολλαμ ἥξει δόξα τῆς ϑυγατρὸς Ισραηλ.
Verse: 16    
ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυϕερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύϑησαν ἀπὸ σοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.