TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 948
Previous part

Chapter: 5 
Verse: 1    Καὶ σύ, Βηϑλεεμ οἶκος τοῦ Εϕραϑα, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ιουδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ισραηλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.
Verse: 2    
διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελϕῶν αὐτῶν ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ισραηλ.
Verse: 3    
καὶ στήσεται καὶ ὄψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύι κυρίου, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος κυρίου τοῦ ϑεοῦ αὐτῶν ὑπάρξουσιν· διότι νῦν μεγαλυνϑήσεται ἕως ἄκρων τῆς γῆς.
Verse: 4    
καὶ ἔσται αὕτη εἰρήνη· ὅταν ᾽Ασσύριος ἐπέλϑῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὴν χώραν ὑμῶν, καὶ ἐπεγερϑήσονται ἐπ' αὐτὸν ἑπτὰ ποιμένες καὶ ὀκτὼ δήγματα ἀνϑρώπων·
Verse: 5    
καὶ ποιμανοῦσιν τὸν Ασσουρ ἐν ῥομϕαίᾳ καὶ τὴν γῆν τοῦ Νεβρωδ ἐν τῇ τάϕρῳ αὐτῆς· καὶ ῥύσεται ἐκ τοῦ Ασσουρ, ὅταν ἐπέλϑῃ ἐπὶ τὴν γῆν ὑμῶν καὶ ὅταν ἐπιβῇ ἐπὶ τὰ ὅρια ὑμῶν.
Verse: 6    
καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔϑνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπὶ ἄγρωστιν, ὅπως μὴ συναχϑῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνϑρώπων.
Verse: 7    
καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ιακωβ ἐν τοῖς ἔϑνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν κτήνεσιν ἐν τῷ δρυμῷ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλϑῃ καὶ διαστείλας ἁρπάσῃ καὶ μὴ ἐξαιρούμενος.
Verse: 8    
ὑψωϑήσεται χείρ σου ἐπὶ τοὺς ϑλίβοντάς σε, καὶ πάντες οἱ ἐχϑροί σου ἐξολεϑρευϑήσονται.
Verse: 9    
Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει κύριος, ἐξολεϑρεύσω τοὺς ἵππους σου ἐκ μέσου σου καὶ ἀπολῶ τὰ ἅρματά σου
Verse: 10    
καὶ ἐξολεϑρεύσω τὰς πόλεις τῆς γῆς σου καὶ ἐξαρῶ πάντα τὰ ὀχυρώματά σου·
Verse: 11    
καὶ ἐξαρῶ τὰ ϕάρμακά σου ἐκ τῶν χειρῶν σου, καὶ ἀποϕϑεγγόμενοι οὐκ ἔσονται ἐν σοί·
Verse: 12    
καὶ ἐξολεϑρεύσω τὰ γλυπτά σου καὶ τὰς στήλας σου ἐκ μέσου σου, καὶ οὐκέτι μὴ προσκυνήσῃς τοῖς ἔργοις τῶν χειρῶν σου·
Verse: 13    
καὶ ἐκκόψω τὰ ἄλση σου ἐκ μέσου σου καὶ ἀϕανιῶ τὰς πόλεις σου·
Verse: 14    
καὶ ποιήσω ἐν ὀργῇ καὶ ἐν ϑυμῷ ἐκδίκησιν ἐν τοῖς ἔϑνεσιν, ἀνϑ' ὧν οὐκ εἰσήκουσαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.