TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 961
Previous part

Chapter: 2 
Verse: 1    ᾽Ιδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου καὶ ἀπαγγέλλοντος εἰρήνην· ἑόρταζε, Ιουδα, τὰς ἑορτάς σου, ἀπόδος τὰς εὐχάς σου, διότι οὐ μὴ προσϑήσωσιν ἔτι τοῦ διελϑεῖν διὰ σοῦ εἰς παλαίωσιν Συντετέλεσται, ἐξῆρται.
Verse: 2    
ἀνέβη ἐμϕυσῶν εἰς πρόσωπόν σου ἐξαιρούμενος ἐκ ϑλίψεως· σκόπευσον ὁδόν, κράτησον ὀσϕύος, ἄνδρισαι τῇ ἰσχύι σϕόδρα,
Verse: 3    
διότι ἀπέστρεψεν κύριος τὴν ὕβριν Ιακωβ καϑὼς ὕβριν τοῦ Ισραηλ, διότι ἐκτινάσσοντες ἐξετίναξαν αὐτοὺς καὶ τὰ κλήματα αὐτῶν, διέϕϑειραν
Verse: 4    
ὅπλα δυναστείας αὐτῶν ἐξ ἀνϑρώπων, ἄνδρας δυνατοὺς ἐμπαίζοντας ἐν πυρί· αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοιμασίας αὐτοῦ, καὶ οἱ ἱππεῖς ϑορυβηϑήσονται
Verse: 5    
ἐν ταῖς ὁδοῖς, καὶ συγχυϑήσονται τὰ ἅρματα καὶ συμπλακήσονται ἐν ταῖς πλατείαις· ὅρασις αὐτῶν ὡς λαμπάδες πυρὸς καὶ ὡς ἀστραπαὶ διατρέχουσαι.
Verse: 6    
καὶ μνησϑήσονται οἱ μεγιστᾶνες αὐτῶν καὶ ϕεύξονται ἡμέρας καὶ ἀσϑενήσουσιν ἐν τῇ πορείᾳ αὐτῶν καὶ σπεύσουσιν ἐπὶ τὰ τείχη καὶ ἑτοιμάσουσιν τὰς προϕυλακὰς αὐτῶν.
Verse: 7    
πύλαι τῶν ποταμῶν διηνοίχϑησαν, καὶ τὰ βασίλεια διέπεσεν,
Verse: 8    
καὶ ὑπόστασις ἀπεκαλύϕϑη, καὶ αὕτη ἀνέβαινεν, καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο καϑὼς περιστεραὶ ϕϑεγγόμεναι ἐν καρδίαις αὐτῶν.
Verse: 9    
καὶ Νινευη, ὡς κολυμβήϑρα ὕδατος τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ ϕεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ἐπιβλέπων.
Verse: 10    
διήρπαζον τὸ ἀργύριον, διήρπαζον τὸ χρυσίον, καὶ οὐκ ἦν πέρας τοῦ κόσμου αὐτῆς· βεβάρυνται ὑπὲρ πάντα τὰ σκεύη τὰ ἐπιϑυμητὰ αὐτῆς.
Verse: 11    
ἐκτιναγμὸς καὶ ἀνατιναγμὸς καὶ ἐκβρασμὸς καὶ καρδίας ϑραυσμὸς καὶ ὑπόλυσις γονάτων καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσϕύν, καὶ τὸ πρόσωπον πάντων ὡς πρόσκαυμα χύτρας.
Verse: 12    
ποῦ ἐστιν τὸ κατοικητήριον τῶν λεόντων καὶ νομὴ οὖσα τοῖς σκύμνοις, οὗ ἐπορεύϑη λέων τοῦ εἰσελϑεῖν ἐκεῖ, σκύμνος λέοντος καὶ οὐκ ἦν ἐκϕοβῶν;
Verse: 13    
λέων ἥρπασεν τὰ ἱκανὰ τοῖς σκύμνοις αὐτοῦ καὶ ἀπέπνιξεν τοῖς λέουσιν αὐτοῦ καὶ ἔπλησεν ϑήρας νοσσιὰν αὐτοῦ καὶ τὸ κατοικητήριον αὐτοῦ ἁρπαγῆς.
Verse: 14    
ἰδοὺ ἐγὼ ἐπὶ σέ, λέγει κύριος παντοκράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆϑός σου, καὶ τοὺς λέοντάς σου καταϕάγεται ῥομϕαία, καὶ ἐξολεϑρεύσω ἐκ τῆς γῆς τὴν ϑήραν σου, καὶ οὐ μὴ ἀκουσϑῇ οὐκέτι τὰ ἔργα σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.