TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 132
Previous part

Chapter: 15 
Verse: 1    Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ῞Οταν εἰσέλϑητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν, ἣν ἐγὼ δίδωμι ὑμῖν,
Verse: 3    
καὶ ποιήσεις ὁλοκαυτώματα κυρίῳ, ὁλοκάρπωμα ϑυσίαν, μεγαλῦναι εὐχὴν καϑ' ἑκούσιον ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας κυρίῳ, εἰ μὲν ἀπὸ τῶν βοῶν ἀπὸ τῶν προβάτων,
Verse: 4    
καὶ προσοίσει προσϕέρων τὸ δῶρον αὐτοῦ κυρίῳ ϑυσίαν σεμιδάλεως δέκατον τοῦ οιϕι ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ιν·
Verse: 5    
καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ιν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως ἐπὶ τῆς ϑυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο, κάρπωμα ὀσμὴν εὐωδίας τῷ κυρίῳ.
Verse: 6    
καὶ τῷ κριῷ, ὅταν ποιῆτε αὐτὸν εἰς ὁλοκαύτωμα εἰς ϑυσίαν, ποιήσεις ϑυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ, τὸ τρίτον τοῦ ιν·
Verse: 7    
καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ιν προσοίσετε εἰς ὀσμὴν εὐωδίας κυρίῳ.
Verse: 8    
ἐὰν δὲ ἀπὸ τῶν βοῶν ποιῆτε εἰς ὁλοκαύτωμα εἰς ϑυσίαν μεγαλῦναι εὐχὴν εἰς σωτήριον κυρίῳ,
Verse: 9    
καὶ προσοίσει ἐπὶ τοῦ μόσχου ϑυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ιν
Verse: 10    
καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ιν κάρπωμα ὀσμὴν εὐωδίας κυρίῳ.
Verse: 11    
οὕτως ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ τῷ κριῷ τῷ ἑνὶ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἐκ τῶν αἰγῶν·
Verse: 12    
κατὰ τὸν ἀριϑμὸν ὧν ἐὰν ποιήσητε, οὕτω ποιήσετε τῷ ἑνὶ κατὰ τὸν ἀριϑμὸν αὐτῶν.
Verse: 13    
πᾶς αὐτόχϑων ποιήσει οὕτως τοιαῦτα, προσενέγκαι καρπώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ.
Verse: 14    
ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν ὃς ἂν γένηται ἐν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει κάρπωμα ὀσμὴν εὐωδίας κυρίῳ· ὃν τρόπον ποιεῖτε ὑμεῖς, οὕτως ποιήσει συναγωγὴ κυρίῳ.
Verse: 15    
νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν, νόμος αἰώνιος εἰς γενεὰς ὑμῶν· ὡς ὑμεῖς, καὶ προσήλυτος ἔσται ἔναντι κυρίου·
Verse: 16    
νόμος εἷς ἔσται καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν.
Verse: 17    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 18    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ᾽Εν τῷ εἰσπορεύεσϑαι ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ,
Verse: 19    
καὶ ἔσται ὅταν ἔσϑητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς, ἀϕελεῖτε ἀϕαίρεμα ἀϕόρισμα κυρίῳ·
Verse: 20    
ἀπαρχὴν ϕυράματος ὑμῶν ἄρτον ἀϕαίρεμα ἀϕοριεῖτε αὐτό· ὡς ἀϕαίρεμα ἀπὸ ἅλω, οὕτως ἀϕελεῖτε αὐτόν,
Verse: 21    
ἀπαρχὴν ϕυράματος ὑμῶν, καὶ δώσετε κυρίῳ ἀϕαίρεμα εἰς τὰς γενεὰς ὑμῶν.
Verse: 22    
῞Οταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐλάλησεν κύριος πρὸς Μωυσῆν,
Verse: 23    
καϑὰ συνέταξεν κύριος πρὸς ὑμᾶς ἐν χειρὶ Μωυσῆ ἀπὸ τῆς ἡμέρας, ἧς συνέταξεν κύριος πρὸς ὑμᾶς, καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν,
Verse: 24    
καὶ ἔσται ἐὰν ἐξ ὀϕϑαλμῶν τῆς συναγωγῆς γενηϑῇ ἀκουσίως, καὶ ποιήσει πᾶσα συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ καὶ ϑυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.
Verse: 25    
καὶ ἐξιλάσεται ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν Ισραηλ, καὶ ἀϕεϑήσεται αὐτοῖς· ὅτι ἀκούσιόν ἐστιν, καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι κυρίου περὶ τῶν ἀκουσίων αὐτῶν.
Verse: 26    
καὶ ἀϕεϑήσεται κατὰ πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς, ὅτι παντὶ τῷ λαῷ ἀκούσιον.
Verse: 27    
ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως, προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας,
Verse: 28    
καὶ ἐξιλάσεται ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασϑείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι κυρίου ἐξιλάσασϑαι περὶ αὐτοῦ.
Verse: 29    
τῷ ἐγχωρίῳ ἐν υἱοῖς Ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς, νόμος εἷς ἔσται αὐτοῖς, ὃς ἂν ποιήσῃ ἀκουσίως.
Verse: 30    
καὶ ψυχή, ἥτις ποιήσει ἐν χειρὶ ὑπερηϕανίας ἀπὸ τῶν αὐτοχϑόνων ἀπὸ τῶν προσηλύτων, τὸν ϑεὸν οὗτος παροξύνει· ἐξολεϑρευϑήσεται ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς,
Verse: 31    
ὅτι τὸ ῥῆμα κυρίου ἐϕαύλισεν καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν, ἐκτρίψει ἐκτριβήσεται ψυχὴ ἐκείνη, ἁμαρτία αὐτῆς ἐν αὐτῇ.
Verse: 32    
Καὶ ἦσαν οἱ υἱοὶ Ισραηλ ἐν τῇ ἐρήμῳ καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων.
Verse: 33    
καὶ προσήγαγον αὐτὸν οἱ εὑρόντες αὐτὸν συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων πρὸς Μωυσῆν καὶ Ααρων καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ.
Verse: 34    
καὶ ἀπέϑεντο αὐτὸν εἰς ϕυλακήν· οὐ γὰρ συνέκριναν, τί ποιήσωσιν αὐτόν.
Verse: 35    
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Θανάτῳ ϑανατούσϑω ἄνϑρωπος· λιϑοβολήσατε αὐτὸν λίϑοις, πᾶσα συναγωγή.
Verse: 36    
καὶ ἐξήγαγον αὐτὸν πᾶσα συναγωγὴ ἔξω τῆς παρεμβολῆς, καὶ ἐλιϑοβόλησαν αὐτὸν πᾶσα συναγωγὴ λίϑοις ἔξω τῆς παρεμβολῆς, καϑὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
Verse: 37    
Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 38    
Λάλησον τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτοὺς καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐπιϑήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνϑινον.
Verse: 39    
καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις καὶ ὄψεσϑε αὐτὰ καὶ μνησϑήσεσϑε πασῶν τῶν ἐντολῶν κυρίου καὶ ποιήσετε αὐτὰς καὶ οὐ διαστραϕήσεσϑε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ ὀπίσω τῶν ὀϕϑαλμῶν ὑμῶν, ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν,
Verse: 40    
ὅπως ἂν μνησϑῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου καὶ ἔσεσϑε ἅγιοι τῷ ϑεῷ ὑμῶν.
Verse: 41    
ἐγὼ κύριος ϑεὸς ὑμῶν ἐξαγαγῶν ὑμᾶς ἐκ γῆς Αἰγύπτου εἶναι ὑμῶν ϑεός, ἐγὼ κύριος ϑεὸς ὑμῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.