TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 141
Chapter: 24
Verse: 1
καὶ
ἰδὼν
Βαλααμ
ὅτι
καλόν
ἐστιν
ἔναντι
κυρίου
εὐλογεῖν
τὸν
Ισραηλ
,
οὐκ
ἐπορεύϑη
κατὰ
τὸ
εἰωϑὸς
εἰς
συνάντησιν
τοῖς
οἰωνοῖς
καὶ
ἀπέστρεψεν
τὸ
πρόσωπον
αὐτοῦ
εἰς
τὴν
ἔρημον
.
Verse: 2
καὶ
ἐξάρας
Βαλααμ
τοὺς
ὀϕϑαλμοὺς
αὐτοῦ
καϑορᾷ
τὸν
Ισραηλ
ἐστρατοπεδευκότα
κατὰ
ϕυλάς
.
καὶ
ἐγένετο
πνεῦμα
ϑεοῦ
ἐν
αὐτῷ
,
Verse: 3
καὶ
ἀναλαβὼν
τὴν
παραβολὴν
αὐτοῦ
εἶπεν
Φησὶν
Βαλααμ
υἱὸς
Βεωρ
,
ϕησὶν
ὁ
ἄνϑρωπος
ὁ
ἀληϑινῶς
ὁρῶν
,
Verse: 4
ϕησὶν
ἀκούων
λόγια
ϑεοῦ
,
ὅστις
ὅρασιν
ϑεοῦ
εἶδεν
ἐν
ὕπνῳ
,
ἀποκεκαλυμμένοι
οἱ
ὀϕϑαλμοὶ
αὐτοῦ
Verse: 5
῾Ως
καλοί
σου
οἱ
οἶκοι
,
Ιακωβ
,
αἱ
σκηναί
σου
,
Ισραηλ
·
Verse: 6
ὡσεὶ
νάπαι
σκιάζουσαι
καὶ
ὡσεὶ
παράδεισοι
ἐπὶ
ποταμῶν
καὶ
ὡσεὶ
σκηναί
,
ἃς
ἔπηξεν
κύριος
,
ὡσεὶ
κέδροι
παρ
'
ὕδατα
.
Verse: 7
ἐξελεύσεται
ἄνϑρωπος
ἐκ
τοῦ
σπέρματος
αὐτοῦ
καὶ
κυριεύσει
ἐϑνῶν
πολλῶν
,
καὶ
ὑψωϑήσεται
ἢ
Γωγ
βασιλεία
αὐτοῦ
,
καὶ
αὐξηϑήσεται
ἡ
βασιλεία
αὐτοῦ
.
Verse: 8
ϑεὸς
ὡδήγησεν
αὐτὸν
ἐξ
Αἰγύπτου
,
ὡς
δόξα
μονοκέρωτος
αὐτῷ
·
ἔδεται
ἔϑνη
ἐχϑρῶν
αὐτοῦ
καὶ
τὰ
πάχη
αὐτῶν
ἐκμυελιεῖ
καὶ
ταῖς
βολίσιν
αὐτοῦ
κατατοξεύσει
ἐχϑρόν
.
Verse: 9
κατακλιϑεὶς
ἀνεπαύσατο
ὡς
λέων
καὶ
ὡς
σκύμνος
·
τίς
ἀναστήσει
αὐτόν
;
οἱ
εὐλογοῦντές
σε
εὐλόγηνται
,
καὶ
οἱ
καταρώμενοί
σε
κεκατήρανται
.
Verse: 10
καὶ
ἐϑυμώϑη
Βαλακ
ἐπὶ
Βαλααμ
καὶ
συνεκρότησεν
ταῖς
χερσὶν
αὐτοῦ
,
καὶ
εἶπεν
Βαλακ
πρὸς
Βαλααμ
Καταρᾶσϑαι
τὸν
ἐχϑρόν
μου
κέκληκά
σε
,
καὶ
ἰδοὺ
εὐλογῶν
εὐλόγησας
τρίτον
τοῦτο
·
Verse: 11
νῦν
οὖν
ϕεῦγε
εἰς
τὸν
τόπον
σου
·
εἶπα
Τιμήσω
σε
,
καὶ
νῦν
ἐστέρησέν
σε
κύριος
τῆς
δόξης
.
Verse: 12
καὶ
εἶπεν
Βαλααμ
πρὸς
Βαλακ
Οὐχὶ
καὶ
τοῖς
ἀγγέλοις
σου
,
οὓς
ἀπέστειλας
πρός
με
,
ἐλάλησα
λέγων
Verse: 13
᾽Εάν
μοι
δῷ
Βαλακ
πλήρη
τὸν
οἶκον
αὐτοῦ
ἀργυρίου
καὶ
χρυσίου
,
οὐ
δυνήσομαι
παραβῆναι
τὸ
ῥῆμα
κυρίου
ποιῆσαι
αὐτὸ
πονηρὸν
ἢ
καλὸν
παρ
'
ἐμαυτοῦ
·
ὅσα
ἐὰν
εἴπῃ
ὁ
ϑεός
,
ταῦτα
ἐρῶ
;
Verse: 14
καὶ
νῦν
ἰδοὺ
ἀποτρέχω
εἰς
τὸν
τόπον
μου
·
δεῦρο
συμβουλεύσω
σοι
,
τί
ποιήσει
ὁ
λαὸς
οὗτος
τὸν
λαόν
σου
ἐπ
'
ἐσχάτου
τῶν
ἡμερῶν
.
Verse: 15
Καὶ
ἀναλαβὼν
τὴν
παραβολὴν
αὐτοῦ
εἶπεν
Φησὶν
Βαλααμ
υἱὸς
Βεωρ
,
ϕησὶν
ὁ
ἄνϑρωπος
ὁ
ἀληϑινῶς
ὁρῶν
,
Verse: 16
ἀκούων
λόγια
ϑεοῦ
,
ἐπιστάμενος
ἐπιστήμην
παρὰ
ὑψίστου
καὶ
ὅρασιν
ϑεοῦ
ἰδὼν
ἐν
ὕπνῳ
,
ἀποκεκαλυμμένοι
οἱ
ὀϕϑαλμοὶ
αὐτοῦ
Verse: 17
Δείξω
αὐτῷ
,
καὶ
οὐχὶ
νῦν
·
μακαρίζω
,
καὶ
οὐκ
ἐγγίζει
·
ἀνατελεῖ
ἄστρον
ἐξ
Ιακωβ
,
καὶ
ἀναστήσεται
ἄνϑρωπος
ἐξ
Ισραηλ
καὶ
ϑραύσει
τοὺς
ἀρχηγοὺς
Μωαβ
καὶ
προνομεύσει
πάντας
υἱοὺς
Σηϑ
.
Verse: 18
καὶ
ἔσται
Εδωμ
κληρονομία
,
καὶ
ἔσται
κληρονομία
Ησαυ
ὁ
ἐχϑρὸς
αὐτοῦ
·
καὶ
Ισραηλ
ἐποίησεν
ἐν
ἰσχύι
.
Verse: 19
καὶ
ἐξεγερϑήσεται
ἐξ
Ιακωβ
καὶ
ἀπολεῖ
σῳζόμενον
ἐκ
πόλεως
.
Verse: 20
καὶ
ἰδὼν
τὸν
Αμαληκ
καὶ
ἀναλαβὼν
τὴν
παραβολὴν
αὐτοῦ
εἶπεν
᾽Αρχὴ
ἐϑνῶν
Αμαληκ
,
καὶ
τὸ
σπέρμα
αὐτῶν
ἀπολεῖται
.
Verse: 21
καὶ
ἰδὼν
τὸν
Καιναῖον
καὶ
ἀναλαβὼν
τὴν
παραβολὴν
αὐτοῦ
εἶπεν
᾽Ισχυρὰ
ἡ
κατοικία
σου
·
καὶ
ἐὰν
ϑῇς
ἐν
πέτρᾳ
τὴν
νοσσιάν
σου
,
Verse: 22
καὶ
ἐὰν
γένηται
τῷ
Βεωρ
νεοσσιὰ
πανουργίας
,
᾽Ασσύριοί
σε
αἰχμαλωτεύσουσιν
.
Verse: 23
καὶ
ἰδὼν
τὸν
Ωγ
καὶ
ἀναλαβὼν
τὴν
παραβολὴν
αὐτοῦ
εἶπεν
῏Ω
ὦ
,
τίς
ζήσεται
,
ὅταν
ϑῇ
ταῦτα
ὁ
ϑεός
;
Verse: 24
καὶ
ἐξελεύσεται
ἐκ
χειρὸς
Κιτιαίων
καὶ
κακώσουσιν
Ασσουρ
καὶ
κακώσουσιν
Εβραίους
,
καὶ
αὐτοὶ
ὁμοϑυμαδὸν
ἀπολοῦνται
.
Verse: 25
καὶ
ἀναστὰς
Βαλααμ
ἀπῆλϑεν
ἀποστραϕεὶς
εἰς
τὸν
τόπον
αὐτοῦ
,
καὶ
Βαλακ
ἀπῆλϑεν
πρὸς
ἑαυτόν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.