TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 141
Previous part

Chapter: 24 
Verse: 1    καὶ ἰδὼν Βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν Ισραηλ, οὐκ ἐπορεύϑη κατὰ τὸ εἰωϑὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον.
Verse: 2    
καὶ ἐξάρας Βαλααμ τοὺς ὀϕϑαλμοὺς αὐτοῦ καϑορᾷ τὸν Ισραηλ ἐστρατοπεδευκότα κατὰ ϕυλάς. καὶ ἐγένετο πνεῦμα ϑεοῦ ἐν αὐτῷ,
Verse: 3    
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Φησὶν Βαλααμ υἱὸς Βεωρ, ϕησὶν ἄνϑρωπος ἀληϑινῶς ὁρῶν,
Verse: 4    
ϕησὶν ἀκούων λόγια ϑεοῦ, ὅστις ὅρασιν ϑεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀϕϑαλμοὶ αὐτοῦ
Verse: 5    
῾Ως καλοί σου οἱ οἶκοι, Ιακωβ, αἱ σκηναί σου, Ισραηλ·
Verse: 6    
ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξεν κύριος, ὡσεὶ κέδροι παρ' ὕδατα.
Verse: 7    
ἐξελεύσεται ἄνϑρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐϑνῶν πολλῶν, καὶ ὑψωϑήσεται Γωγ βασιλεία αὐτοῦ, καὶ αὐξηϑήσεται βασιλεία αὐτοῦ.
Verse: 8    
ϑεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔϑνη ἐχϑρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχϑρόν.
Verse: 9    
κατακλιϑεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἀναστήσει αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.
Verse: 10    
καὶ ἐϑυμώϑη Βαλακ ἐπὶ Βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ, καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Καταρᾶσϑαι τὸν ἐχϑρόν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο·
Verse: 11    
νῦν οὖν ϕεῦγε εἰς τὸν τόπον σου· εἶπα Τιμήσω σε, καὶ νῦν ἐστέρησέν σε κύριος τῆς δόξης.
Verse: 12    
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οὐχὶ καὶ τοῖς ἀγγέλοις σου, οὓς ἀπέστειλας πρός με, ἐλάλησα λέγων
Verse: 13    
᾽Εάν μοι δῷ Βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου, οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου ποιῆσαι αὐτὸ πονηρὸν καλὸν παρ' ἐμαυτοῦ· ὅσα ἐὰν εἴπῃ ϑεός, ταῦτα ἐρῶ;
Verse: 14    
καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου· δεῦρο συμβουλεύσω σοι, τί ποιήσει λαὸς οὗτος τὸν λαόν σου ἐπ' ἐσχάτου τῶν ἡμερῶν.
Verse: 15    
Καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν Φησὶν Βαλααμ υἱὸς Βεωρ, ϕησὶν ἄνϑρωπος ἀληϑινῶς ὁρῶν,
Verse: 16    
ἀκούων λόγια ϑεοῦ, ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν ϑεοῦ ἰδὼν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀϕϑαλμοὶ αὐτοῦ
Verse: 17    
Δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ιακωβ, καὶ ἀναστήσεται ἄνϑρωπος ἐξ Ισραηλ καὶ ϑραύσει τοὺς ἀρχηγοὺς Μωαβ καὶ προνομεύσει πάντας υἱοὺς Σηϑ.
Verse: 18    
καὶ ἔσται Εδωμ κληρονομία, καὶ ἔσται κληρονομία Ησαυ ἐχϑρὸς αὐτοῦ· καὶ Ισραηλ ἐποίησεν ἐν ἰσχύι.
Verse: 19    
καὶ ἐξεγερϑήσεται ἐξ Ιακωβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως.
Verse: 20    
καὶ ἰδὼν τὸν Αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ᾽Αρχὴ ἐϑνῶν Αμαληκ, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται.
Verse: 21    
καὶ ἰδὼν τὸν Καιναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ᾽Ισχυρὰ κατοικία σου· καὶ ἐὰν ϑῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου,
Verse: 22    
καὶ ἐὰν γένηται τῷ Βεωρ νεοσσιὰ πανουργίας, ᾽Ασσύριοί σε αἰχμαλωτεύσουσιν.
Verse: 23    
καὶ ἰδὼν τὸν Ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ῏Ω , τίς ζήσεται, ὅταν ϑῇ ταῦτα ϑεός;
Verse: 24    
καὶ ἐξελεύσεται ἐκ χειρὸς Κιτιαίων καὶ κακώσουσιν Ασσουρ καὶ κακώσουσιν Εβραίους, καὶ αὐτοὶ ὁμοϑυμαδὸν ἀπολοῦνται.
Verse: 25    
καὶ ἀναστὰς Βαλααμ ἀπῆλϑεν ἀποστραϕεὶς εἰς τὸν τόπον αὐτοῦ, καὶ Βαλακ ἀπῆλϑεν πρὸς ἑαυτόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.