TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 736
Previous part

Book: Prov. 
ΠΑΡΟΙΜΙΑΙ




Chapter: 1 
Verse: 1 
Παροιμίαι Σαλωμῶντος υἱοῦ Δαυιδ,
ὃς ἐβασίλευσεν ἐν Ισραηλ,
Verse: 2 
γνῶναι σοϕίαν καὶ παιδείαν
νοῆσαί τε λόγους ϕρονήσεως
Verse: 3 
δέξασϑαί τε στροϕὰς λόγων
νοῆσαί τε δικαιοσύνην ἀληϑῆ
καὶ κρίμα κατευϑύνειν,
Verse: 4 
ἵνα δῷ ἀκάκοις πανουργίαν,
παιδὶ δὲ νέῳ αἴσϑησίν τε καὶ ἔννοιαν·
Verse: 5 
τῶνδε γὰρ ἀκούσας σοϕὸς σοϕώτερος ἔσται,
δὲ νοήμων κυβέρνησιν κτήσεται
Verse: 6 
νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον
ῥήσεις τε σοϕῶν καὶ αἰνίγματα.
Verse: 7 
᾽Αρχὴ σοϕίας ϕόβος ϑεοῦ,
σύνεσις δὲ ἀγαϑὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν·
εὐσέβεια δὲ εἰς ϑεὸν ἀρχὴ αἰσϑήσεως,
σοϕίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουϑενήσουσιν.
Verse: 8 
ἄκουε, υἱέ, παιδείαν πατρός σου
καὶ μὴ ἀπώσῃ ϑεσμοὺς μητρός σου·
Verse: 9 
στέϕανον γὰρ χαρίτων δέξῃ σῇ κορυϕῇ
καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ.
Verse: 10 
υἱέ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς,
μηδὲ βουληϑῇς, ἐὰν παρακαλέσωσί σε λέγοντες
Verse: 11 
᾽Ελϑὲ μεϑ' ἡμῶν, κοινώνησον αἵματος,
κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως,
Verse: 12 
καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα
καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς·
Verse: 13 
τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεϑα,
πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων·
Verse: 14 
τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν,
κοινὸν δὲ βαλλάντιον κτησώμεϑα πάντες,
καὶ μαρσίππιον ἓν γενηϑήτω ἡμῖν.
Verse: 15 
μὴ πορευϑῇς ἐν ὁδῷ μετ' αὐτῶν,
ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν·
Verse: 16 
οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν
καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα·
Verse: 17 
οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς.
Verse: 18 
αὐτοὶ γὰρ οἱ ϕόνου μετέχοντες ϑησαυρίζουσιν ἑαυτοῖς κακά,
δὲ καταστροϕὴ ἀνδρῶν παρανόμων κακή.
Verse: 19 
αὗται αἱ ὁδοί εἰσιν πάντων τῶν συντελούντων τὰ ἄνομα·
τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀϕαιροῦνται.
Verse: 20 
Σοϕία ἐν ἐξόδοις ὑμνεῖται,
ἐν δὲ πλατείαις παρρησίαν ἄγει,
Verse: 21 
ἐπ' ἄκρων δὲ τειχέων κηρύσσεται,
ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει,
ἐπὶ δὲ πύλαις πόλεως ϑαρροῦσα λέγει
Verse: 22 
῞Οσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνϑήσονται·
οἱ δὲ ἄϕρονες, τῆς ὕβρεως ὄντες ἐπιϑυμηταί,
ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσϑησιν
Verse: 23 
καὶ ὑπεύϑυνοι ἐγένοντο ἐλέγχοις.
ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν,
διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.
Verse: 24 
ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε
καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε,
Verse: 25 
ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς,
τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειϑήσατε,
Verse: 26 
τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι,
καταχαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεϑρος,
Verse: 27 
καὶ ὡς ἂν ἀϕίκηται ὑμῖν ἄϕνω ϑόρυβος,
δὲ καταστροϕὴ ὁμοίως καταιγίδι παρῇ,
καὶ ὅταν ἔρχηται ὑμῖν ϑλῖψις καὶ πολιορκία,
ὅταν ἔρχηται ὑμῖν ὄλεϑρος.
Verse: 28 
ἔσται γὰρ ὅταν ἐπικαλέσησϑέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι // ὑμῶν·
ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν.
Verse: 29 
ἐμίσησαν γὰρ σοϕίαν, τὸν δὲ ϕόβον τοῦ κυρίου οὐ προείλαντο
Verse: 30 
οὐδὲ ἤϑελον ἐμαῖς προσέχειν βουλαῖς,
ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.
Verse: 31 
τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς
καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησϑήσονται·
Verse: 32 
ἀνϑ' ὧν γὰρ ἠδίκουν νηπίους, ϕονευϑήσονται,
καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ.
Verse: 33 
δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ' ἐλπίδι
καὶ ἡσυχάσει ἀϕόβως ἀπὸ παντὸς κακοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.