TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 747
Previous part

Chapter: 12 
Verse: 1  ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσϑησιν,
δὲ μισῶν ἐλέγχους ἄϕρων.
Verse: 2 
κρείσσων εὑρὼν χάριν παρὰ κυρίῳ,
ἀνὴρ δὲ παράνομος παρασιωπηϑήσεται.
Verse: 3 
οὐ κατορϑώσει ἄνϑρωπος ἐξ ἀνόμου,
αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρϑήσονται.
Verse: 4 
γυνὴ ἀνδρεία στέϕανος τῷ ἀνδρὶ αὐτῆς·
ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν // γυνὴ κακοποιός.
Verse: 5 
λογισμοὶ δικαίων κρίματα,
κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους.
Verse: 6 
λόγοι ἀσεβῶν δόλιοι,
στόμα δὲ ὀρϑῶν ῥύσεται αὐτούς.
Verse: 7 
οὗ ἐὰν στραϕῇ, ἀσεβὴς ἀϕανίζεται,
οἶκοι δὲ δικαίων παραμένουσιν.
Verse: 8 
στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός,
νωϑροκάρδιος δὲ μυκτηρίζεται.
Verse: 9 
κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ
τιμὴν ἑαυτῷ περιτιϑεὶς καὶ προσδεόμενος ἄρτου.
Verse: 10 
δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ,
τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.
Verse: 11 
ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησϑήσεται ἄρτων,
οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς ϕρενῶν.
Verse: 11a 
ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς,
ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν.
Verse: 12 
ἐπιϑυμίαι ἀσεβῶν κακαί,
αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.
Verse: 13 
δι' ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός,
ἐκϕεύγει δὲ ἐξ αὐτῶν δίκαιος.
Verse: 13a 
βλέπων λεῖα ἐλεηϑήσεται,
δὲ συναντῶν ἐν πύλαις ἐκϑλίψει ψυχάς.
Verse: 14 
ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησϑήσεται ἀγαϑῶν,
ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοϑήσεται αὐτῷ.
Verse: 15 
ὁδοὶ ἀϕρόνων ὀρϑαὶ ἐνώπιον αὐτῶν,
εἰσακούει δὲ συμβουλίας σοϕός.
Verse: 16 
ἄϕρων αὐϑημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ,
κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος.
Verse: 17 
ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος,
δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
Verse: 18 
εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ,
γλῶσσαι δὲ σοϕῶν ἰῶνται.
Verse: 19 
χείλη ἀληϑινὰ κατορϑοῖ μαρτυρίαν,
μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
Verse: 20 
δόλος ἐν καρδίᾳ τεκταινομένου κακά,
οἱ δὲ βουλόμενοι εἰρήνην εὐϕρανϑήσονται.
Verse: 21 
οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον,
οἱ δὲ ἀσεβεῖς πλησϑήσονται κακῶν.
Verse: 22 
βδέλυγμα κυρίῳ χείλη ψευδῆ,
δὲ ποιῶν πίστεις δεκτὸς παρ' αὐτῷ.
Verse: 23 
ἀνὴρ συνετὸς ϑρόνος αἰσϑήσεως,
καρδία δὲ ἀϕρόνων συναντήσεται ἀραῖς.
Verse: 24 
χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς,
δόλιοι δὲ ἔσονται εἰς προνομήν.
Verse: 25 
ϕοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου,
ἀγγελία δὲ ἀγαϑὴ εὐϕραίνει αὐτόν.
Verse: 26 
ἐπιγνώμων δίκαιος ἑαυτοῦ ϕίλος ἔσται,
αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς.
ἁμαρτάνοντας καταδιώξεται κακά,
δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς.
Verse: 27 
οὐκ ἐπιτεύξεται δόλιος ϑήρας,
κτῆμα δὲ τίμιον ἀνὴρ καϑαρός.
Verse: 28 
ἐν ὁδοῖς δικαιοσύνης ζωή,
ὁδοὶ δὲ μνησικάκων εἰς ϑάνατον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.