TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 763
Previous part

Chapter: 31 
Verse: 1  Οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ ϑεοῦ,
βασιλέως χρηματισμός, ὃν ἐπαίδευσεν μήτηρ αὐτοῦ.
Verse: 2 
τί, τέκνον, τηρήσεις; τί; ῥήσεις ϑεοῦ·
πρωτογενές, σοὶ λέγω, υἱέ·
τί, τέκνον ἐμῆς κοιλίας;
τί, τέκνον ἐμῶν εὐχῶν;
Verse: 3 
μὴ δῷς γυναιξὶ σὸν πλοῦτον
καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν.
Verse: 4 
μετὰ βουλῆς πάντα ποίει,
μετὰ βουλῆς οἰνοπότει·
οἱ δυνάσται ϑυμώδεις εἰσίν,
οἶνον δὲ μὴ πινέτωσαν,
Verse: 5 
ἵνα μὴ πιόντες ἐπιλάϑωνται τῆς σοϕίας
καὶ ὀρϑὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσϑενεῖς.
Verse: 6 
δίδοτε μέϑην τοῖς ἐν λύπαις
καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις,
Verse: 7 
ἵνα ἐπιλάϑωνται τῆς πενίας
καὶ τῶν πόνων μὴ μνησϑῶσιν ἔτι.
Verse: 8 
ἄνοιγε σὸν στόμα λόγῳ ϑεοῦ
καὶ κρῖνε πάντας ὑγιῶς·
Verse: 9 
ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως,
διάκρινε δὲ πένητα καὶ ἀσϑενῆ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.