TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 740
Previous part

Chapter: 5 
Verse: 1b  Υἱέ, ἐμῇ σοϕίᾳ πρόσεχε,
ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς,
Verse: 2 
ἵνα ϕυλάξῃς ἔννοιαν ἀγαϑήν·
αἴσϑησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι.
Verse: 3 
μὴ πρόσεχε ϕαύλῃ γυναικί·
μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης,
πρὸς καιρὸν λιπαίνει σὸν ϕάρυγγα,
Verse: 4 
ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις
καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.
Verse: 5 
τῆς γὰρ ἀϕροσύνης οἱ πόδες κατάγουσιν
τοὺς χρωμένους αὐτῇ μετὰ ϑανάτου εἰς τὸν ᾅδην,
τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται·
Verse: 6 
ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται,
σϕαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.
Verse: 7 
νῦν οὖν, υἱέ, ἄκουέ μου
καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους·
Verse: 8 
μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν,
μὴ ἐγγίσῃς πρὸς ϑύραις οἴκων αὐτῆς,
Verse: 9 
ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου
καὶ σὸν βίον ἀνελεήμοσιν,
Verse: 10 
ἵνα μὴ πλησϑῶσιν ἀλλότριοι σῆς ἰσχύος,
οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλϑωσιν,
Verse: 11 
καὶ μεταμεληϑήσῃ ἐπ' ἐσχάτων,
ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου,
Verse: 12 
καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν,
καὶ ἐλέγχους ἐξέκλινεν καρδία μου·
Verse: 13 
οὐκ ἤκουον ϕωνὴν παιδεύοντός με καὶ διδάσκοντός με
οὐδὲ παρέβαλλον τὸ οὖς μου·
Verse: 14 
παρ' ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ
ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς.
Verse: 15 
πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων
καὶ ἀπὸ σῶν ϕρεάτων πηγῆς.
Verse: 16 
μὴ ὑπερεκχείσϑω σοι τὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς,
εἰς δὲ σὰς πλατείας διαπορευέσϑω τὰ σὰ ὕδατα·
Verse: 17 
ἔστω σοι μόνῳ ὑπάρχοντα,
καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι·
Verse: 18 
πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία,
καὶ συνευϕραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου.
Verse: 19 
ἔλαϕος ϕιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι,
δὲ ἰδία ἡγείσϑω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ
ἐν γὰρ τῇ ταύτης ϕιλίᾳ συμπεριϕερόμενος πολλοστὸς ἔσῃ.
Verse: 20 
μὴ πολὺς ἴσϑι πρὸς ἀλλοτρίαν
μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας·
Verse: 21 
ἐνώπιον γάρ εἰσιν τῶν τοῦ ϑεοῦ ὀϕϑαλμῶν ὁδοὶ ἀνδρός,
εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.
Verse: 22 
παρανομίαι ἄνδρα ἀγρεύουσιν,
σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σϕίγγεται·
Verse: 23 
οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων,
ἐκ δὲ πλήϑους τῆς ἑαυτοῦ βιότητος ἐξερρίϕη
καὶ ἀπώλετο δι' ἀϕροσύνην.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.