TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 740
Chapter: 5
Verse: 1b
Υἱέ
,
ἐμῇ
σοϕίᾳ
πρόσεχε
,
ἐμοῖς
δὲ
λόγοις
παράβαλλε
σὸν
οὖς
,
Verse: 2
ἵνα
ϕυλάξῃς
ἔννοιαν
ἀγαϑήν
·
αἴσϑησιν
δὲ
ἐμῶν
χειλέων
ἐντέλλομαί
σοι
.
Verse: 3
μὴ
πρόσεχε
ϕαύλῃ
γυναικί
·
μέλι
γὰρ
ἀποστάζει
ἀπὸ
χειλέων
γυναικὸς
πόρνης
,
ἣ
πρὸς
καιρὸν
λιπαίνει
σὸν
ϕάρυγγα
,
Verse: 4
ὕστερον
μέντοι
πικρότερον
χολῆς
εὑρήσεις
καὶ
ἠκονημένον
μᾶλλον
μαχαίρας
διστόμου
.
Verse: 5
τῆς
γὰρ
ἀϕροσύνης
οἱ
πόδες
κατάγουσιν
τοὺς
χρωμένους
αὐτῇ
μετὰ
ϑανάτου
εἰς
τὸν
ᾅδην
,
τὰ
δὲ
ἴχνη
αὐτῆς
οὐκ
ἐρείδεται
·
Verse: 6
ὁδοὺς
γὰρ
ζωῆς
οὐκ
ἐπέρχεται
,
σϕαλεραὶ
δὲ
αἱ
τροχιαὶ
αὐτῆς
καὶ
οὐκ
εὔγνωστοι
.
Verse: 7
νῦν
οὖν
,
υἱέ
,
ἄκουέ
μου
καὶ
μὴ
ἀκύρους
ποιήσῃς
ἐμοὺς
λόγους
·
Verse: 8
μακρὰν
ποίησον
ἀπ
'
αὐτῆς
σὴν
ὁδόν
,
μὴ
ἐγγίσῃς
πρὸς
ϑύραις
οἴκων
αὐτῆς
,
Verse: 9
ἵνα
μὴ
πρόῃ
ἄλλοις
ζωήν
σου
καὶ
σὸν
βίον
ἀνελεήμοσιν
,
Verse: 10
ἵνα
μὴ
πλησϑῶσιν
ἀλλότριοι
σῆς
ἰσχύος
,
οἱ
δὲ
σοὶ
πόνοι
εἰς
οἴκους
ἀλλοτρίων
εἰσέλϑωσιν
,
Verse: 11
καὶ
μεταμεληϑήσῃ
ἐπ
'
ἐσχάτων
,
ἡνίκα
ἂν
κατατριβῶσιν
σάρκες
σώματός
σου
,
Verse: 12
καὶ
ἐρεῖς
Πῶς
ἐμίσησα
παιδείαν
,
καὶ
ἐλέγχους
ἐξέκλινεν
ἡ
καρδία
μου
·
Verse: 13
οὐκ
ἤκουον
ϕωνὴν
παιδεύοντός
με
καὶ
διδάσκοντός
με
οὐδὲ
παρέβαλλον
τὸ
οὖς
μου
·
Verse: 14
παρ
'
ὀλίγον
ἐγενόμην
ἐν
παντὶ
κακῷ
ἐν
μέσῳ
ἐκκλησίας
καὶ
συναγωγῆς
.
Verse: 15
πῖνε
ὕδατα
ἀπὸ
σῶν
ἀγγείων
καὶ
ἀπὸ
σῶν
ϕρεάτων
πηγῆς
.
Verse: 16
μὴ
ὑπερεκχείσϑω
σοι
τὰ
ὕδατα
ἐκ
τῆς
σῆς
πηγῆς
,
εἰς
δὲ
σὰς
πλατείας
διαπορευέσϑω
τὰ
σὰ
ὕδατα
·
Verse: 17
ἔστω
σοι
μόνῳ
ὑπάρχοντα
,
καὶ
μηδεὶς
ἀλλότριος
μετασχέτω
σοι
·
Verse: 18
ἡ
πηγή
σου
τοῦ
ὕδατος
ἔστω
σοι
ἰδία
,
καὶ
συνευϕραίνου
μετὰ
γυναικὸς
τῆς
ἐκ
νεότητός
σου
.
Verse: 19
ἔλαϕος
ϕιλίας
καὶ
πῶλος
σῶν
χαρίτων
ὁμιλείτω
σοι
,
ἡ
δὲ
ἰδία
ἡγείσϑω
σου
καὶ
συνέστω
σοι
ἐν
παντὶ
καιρῷ
ἐν
γὰρ
τῇ
ταύτης
ϕιλίᾳ
συμπεριϕερόμενος
πολλοστὸς
ἔσῃ
.
Verse: 20
μὴ
πολὺς
ἴσϑι
πρὸς
ἀλλοτρίαν
μηδὲ
συνέχου
ἀγκάλαις
τῆς
μὴ
ἰδίας
·
Verse: 21
ἐνώπιον
γάρ
εἰσιν
τῶν
τοῦ
ϑεοῦ
ὀϕϑαλμῶν
ὁδοὶ
ἀνδρός
,
εἰς
δὲ
πάσας
τὰς
τροχιὰς
αὐτοῦ
σκοπεύει
.
Verse: 22
παρανομίαι
ἄνδρα
ἀγρεύουσιν
,
σειραῖς
δὲ
τῶν
ἑαυτοῦ
ἁμαρτιῶν
ἕκαστος
σϕίγγεται
·
Verse: 23
οὗτος
τελευτᾷ
μετὰ
ἀπαιδεύτων
,
ἐκ
δὲ
πλήϑους
τῆς
ἑαυτοῦ
βιότητος
ἐξερρίϕη
καὶ
ἀπώλετο
δι
'
ἀϕροσύνην
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.