TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 742
Chapter: 7
Verse: 1
Υἱέ
,
ϕύλασσε
ἐμοὺς
λόγους
,
τὰς
δὲ
ἐμὰς
ἐντολὰς
κρύψον
παρὰ
σεαυτῷ
·
Verse: 1a
υἱέ
,
τίμα
τὸν
κύριον
,
καὶ
ἰσχύσεις
,
πλὴν
δὲ
αὐτοῦ
μὴ
ϕοβοῦ
ἄλλον
.
Verse: 2
ϕύλαξον
ἐμὰς
ἐντολάς
,
καὶ
βιώσεις
,
τοὺς
δὲ
ἐμοὺς
λόγους
ὥσπερ
κόρας
ὀμμάτων
·
Verse: 3
περίϑου
δὲ
αὐτοὺς
σοῖς
δακτύλοις
,
ἐπίγραψον
δὲ
ἐπὶ
τὸ
πλάτος
τῆς
καρδίας
σου
.
Verse: 4
εἶπον
τὴν
σοϕίαν
σὴν
ἀδελϕὴν
εἶναι
,
τὴν
δὲ
ϕρόνησιν
γνώριμον
περιποίησαι
σεαυτῷ
,
Verse: 5
ἵνα
σε
τηρήσῃ
ἀπὸ
γυναικὸς
ἀλλοτρίας
καὶ
πονηρᾶς
,
ἐάν
σε
λόγοις
τοῖς
πρὸς
χάριν
ἐμβάληται
.
Verse: 6
ἀπὸ
γὰρ
ϑυρίδος
ἐκ
τοῦ
οἴκου
αὐτῆς
εἰς
τὰς
πλατείας
παρακύπτουσα
,
Verse: 7
ὃν
ἂν
ἴδῃ
τῶν
ἀϕρόνων
τέκνων
νεανίαν
ἐνδεῆ
ϕρενῶν
Verse: 8
παραπορευόμενον
παρὰ
γωνίαν
ἐν
διόδοις
οἴκων
αὐτῆς
Verse: 9
καὶ
λαλοῦντα
ἐν
σκότει
ἑσπερινῷ
,
ἡνίκα
ἂν
ἡσυχία
νυκτερινὴ
ᾖ
καὶ
γνοϕώδης
,
Verse: 10
ἡ
δὲ
γυνὴ
συναντᾷ
αὐτῷ
,
εἶδος
ἔχουσα
πορνικόν
,
ἣ
ποιεῖ
νέων
ἐξίπτασϑαι
καρδίας
.
Verse: 11
ἀνεπτερωμένη
δέ
ἐστιν
καὶ
ἄσωτος
,
ἐν
οἴκῳ
δὲ
οὐχ
ἡσυχάζουσιν
οἱ
πόδες
αὐτῆς
·
Verse: 12
χρόνον
γάρ
τινα
ἔξω
ῥέμβεται
,
χρόνον
δὲ
ἐν
πλατείαις
παρὰ
πᾶσαν
γωνίαν
ἐνεδρεύει
.
Verse: 13
εἶτα
ἐπιλαβομένη
ἐϕίλησεν
αὐτόν
,
ἀναιδεῖ
δὲ
προσώπῳ
προσεῖπεν
αὐτῷ
Verse: 14
Θυσία
εἰρηνική
μοί
ἐστιν
,
σήμερον
ἀποδίδωμι
τὰς
εὐχάς
μου
·
Verse: 15
ἕνεκα
τούτου
ἐξῆλϑον
εἰς
συνάντησίν
σοι
,
ποϑοῦσα
τὸ
σὸν
πρόσωπον
εὕρηκά
σε
·
Verse: 16
κειρίαις
τέτακα
τὴν
κλίνην
μου
,
ἀμϕιτάποις
δὲ
ἔστρωκα
τοῖς
ἀπ
'
Αἰγύπτου
·
Verse: 17
διέρραγκα
τὴν
κοίτην
μου
κρόκῳ
,
τὸν
δὲ
οἶκόν
μου
κινναμώμῳ
·
Verse: 18
ἐλϑὲ
καὶ
ἀπολαύσωμεν
ϕιλίας
ἕως
ὄρϑρου
,
δεῦρο
καὶ
ἐγκυλισϑῶμεν
ἔρωτι
·
Verse: 19
οὐ
γὰρ
πάρεστιν
ὁ
ἀνήρ
μου
ἐν
οἴκῳ
,
πεπόρευται
δὲ
ὁδὸν
μακρὰν
Verse: 20
ἔνδεσμον
ἀργυρίου
λαβὼν
ἐν
χειρὶ
αὐτοῦ
,
δι
'
ἡμερῶν
πολλῶν
ἐπανήξει
εἰς
τὸν
οἶκον
αὐτοῦ
.
Verse: 21
ἀπεπλάνησεν
δὲ
αὐτὸν
πολλῇ
ὁμιλίᾳ
βρόχοις
τε
τοῖς
ἀπὸ
χειλέων
ἐξώκειλεν
αὐτόν
.
Verse: 22
ὁ
δὲ
ἐπηκολούϑησεν
αὐτῇ
κεπϕωϑείς
,
ὥσπερ
δὲ
βοῦς
ἐπὶ
σϕαγὴν
ἄγεται
καὶ
ὥσπερ
κύων
ἐπὶ
δεσμοὺς
Verse: 23
ἢ
ὡς
ἔλαϕος
τοξεύματι
πεπληγὼς
εἰς
τὸ
ἧπαρ
,
σπεύδει
δὲ
ὥσπερ
ὄρνεον
εἰς
παγίδα
οὐκ
εἰδὼς
ὅτι
περὶ
ψυχῆς
τρέχει
.
Verse: 24
νῦν
οὖν
,
υἱέ
,
ἄκουέ
μου
καὶ
πρόσεχε
ῥήμασιν
στόματός
μου
·
Verse: 25
μὴ
ἐκκλινάτω
εἰς
τὰς
ὁδοὺς
αὐτῆς
ἡ
καρδία
σου
·
Verse: 26
πολλοὺς
γὰρ
τρώσασα
καταβέβληκεν
,
καὶ
ἀναρίϑμητοί
εἰσιν
οὓς
πεϕόνευκεν
·
Verse: 27
ὁδοὶ
ᾅδου
ὁ
οἶκος
αὐτῆς
κατάγουσαι
εἰς
τὰ
ταμίεια
τοῦ
ϑανάτου
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.