TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 743
Previous part

Chapter: 8 
Verse: 1  Σὺ τὴν σοϕίαν κηρύξεις, ἵνα ϕρόνησίς σοι ὑπακούσῃ·
Verse: 2 
ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν,
ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν·
Verse: 3 
παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει,
ἐν δὲ εἰσόδοις ὑμνεῖται
Verse: 4 
῾Υμᾶς, ἄνϑρωποι, παρακαλῶ
καὶ προίεμαι ἐμὴν ϕωνὴν υἱοῖς ἀνϑρώπων·
Verse: 5 
νοήσατε, ἄκακοι, πανουργίαν,
οἱ δὲ ἀπαίδευτοι, ἔνϑεσϑε καρδίαν.
Verse: 6 
εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ
καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρϑά·
Verse: 7 
ὅτι ἀλήϑειαν μελετήσει ϕάρυγξ μου,
ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ.
Verse: 8 
μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,
οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλῶδες·
Verse: 9 
πάντα ἐνώπια τοῖς συνιοῦσιν
καὶ ὀρϑὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Verse: 10 
λάβετε παιδείαν καὶ μὴ ἀργύριον
καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον,
ἀνϑαιρεῖσϑε δὲ αἴσϑησιν χρυσίου καϑαροῦ·
Verse: 11 
κρείσσων γὰρ σοϕία λίϑων πολυτελῶν,
πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.
Verse: 12 
ἐγὼ σοϕία κατεσκήνωσα βουλήν,
καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην.
Verse: 13 
ϕόβος κυρίου μισεῖ ἀδικίαν,
ὕβριν τε καὶ ὑπερηϕανίαν καὶ ὁδοὺς πονηρῶν·
μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν.
Verse: 14 
ἐμὴ βουλὴ καὶ ἀσϕάλεια,
ἐμὴ ϕρόνησις, ἐμὴ δὲ ἰσχύς·
Verse: 15 
δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν,
καὶ οἱ δυνάσται γράϕουσιν δικαιοσύνην·
Verse: 16 
δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται,
καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς.
Verse: 17 
ἐγὼ τοὺς ἐμὲ ϕιλοῦντας ἀγαπῶ,
οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν.
Verse: 18 
πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει
καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη·
Verse: 19 
βέλτιον ἐμὲ καρπίζεσϑαι ὑπὲρ χρυσίον καὶ λίϑον τίμιον,
τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.
Verse: 20 
ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ
καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέϕομαι,
Verse: 21 
ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν
καὶ τοὺς ϑησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαϑῶν.
Verse: 21a 
ἐὰν ἀναγγείλω ὑμῖν τὰ καϑ' ἡμέραν γινόμενα,
μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριϑμῆσαι.
Verse: 22 
κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,
Verse: 23 
πρὸ τοῦ αἰῶνος ἐϑεμελίωσέν με ἐν ἀρχῇ,
Verse: 24 
πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι,
πρὸ τοῦ προελϑεῖν τὰς πηγὰς τῶν ὑδάτων,
Verse: 25 
πρὸ τοῦ ὄρη ἑδρασϑῆναι,
πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.
Verse: 26 
κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους
καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν.
Verse: 27 
ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ,
καὶ ὅτε ἀϕώριζεν τὸν ἑαυτοῦ ϑρόνον ἐπ' ἀνέμων.
Verse: 28 
ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέϕη,
καὶ ὡς ἀσϕαλεῖς ἐτίϑει πηγὰς τῆς ὑπ' οὐρανὸν
Verse: 29 
καὶ ἰσχυρὰ ἐποίει τὰ ϑεμέλια τῆς γῆς,
Verse: 30 
ἤμην παρ' αὐτῷ ἁρμόζουσα,
ἐγὼ ἤμην προσέχαιρεν.
καϑ' ἡμέραν δὲ εὐϕραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ // καιρῷ,
Verse: 31 
ὅτε ἐυϕραίνετο τὴν οἰκουμένην συντελέσας
καὶ ἐνευϕραίνετο ἐν υἱοῖς ἀνϑρώπων.
Verse: 32 
νῦν οὖν, υἱέ, ἄκουέ μου.
Verse: 34 
μακάριος ἀνήρ, ὃς εἰσακούσεταί μου,
καὶ ἄνϑρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς ϕυλάξει
ἀγρυπνῶν ἐπ' ἐμαῖς ϑύραις καϑ' ἡμέραν
τηρῶν σταϑμοὺς ἐμῶν εἰσόδων·
Verse: 35 
αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς,
καὶ ἑτοιμάζεται ϑέλησις παρὰ κυρίου.
Verse: 36 
οἱ δὲ εἰς ἐμὲ ἁμαρτάνοντες ἀσεβοῦσιν τὰς ἑαυτῶν ψυχάς,
καὶ οἱ μισοῦντές με ἀγαπῶσιν ϑάνατον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.