TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 570
Previous part

Book: Ps. 
ΨΑΛΜΟΙ




Chapter: 1 
Verse: 1 
Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύϑη ἐν βουλῇ ἀσεβῶν
καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη
καὶ ἐπὶ καϑέδραν λοιμῶν οὐκ ἐκάϑισεν,
Verse: 2 
ἀλλ' ἐν τῷ νόμῳ κυρίου τὸ ϑέλημα αὐτοῦ,
καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
Verse: 3 
καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεϕυτευμένον παρὰ τὰς διεξόδους // τῶν ὑδάτων,
τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ
καὶ τὸ ϕύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται·
καὶ πάντα, ὅσα ἂν ποιῇ, κατευοδωϑήσεται.
Verse: 4 
οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως,
ἀλλ' ὡς χνοῦς, ὃν ἐκριπτεῖ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
Verse: 5 
διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει
οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
Verse: 6 
ὅτι γινώσκει κύριος ὁδὸν δικαίων,
καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.