TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 579
Previous part

Chapter: 10 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
᾽Επὶ τῷ κυρίῳ πέποιϑα· πᾶς ἐρεῖτε τῇ ψυχῇ μου
Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουϑίον;
Verse: 2 
ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον,
ἡτοίμασαν βέλη εἰς ϕαρέτραν
τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐϑεῖς τῇ καρδίᾳ.
Verse: 3 
ὅτι κατηρτίσω, καϑεῖλον·
δὲ δίκαιος τί ἐποίησεν;
Verse: 4 
κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ·
κύριος, ἐν οὐρανῷ ϑρόνος αὐτοῦ.
οἱ ὀϕϑαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν,
τὰ βλέϕαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνϑρώπων.
Verse: 5 
κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ,
δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
Verse: 6 
ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας,
πῦρ καὶ ϑεῖον καὶ πνεῦμα καταιγίδος μερὶς τοῦ ποτηρίου // αὐτῶν.
Verse: 7 
ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν,
εὐϑύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.