TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 673
Previous part

Chapter: 104 
Verse: 1  Αλληλουια.
᾽Εξομολογεῖσϑε τῷ κυρίῳ καὶ ἐπικαλεῖσϑε τὸ ὄνομα αὐτοῦ,
ἀπαγγείλατε ἐν τοῖς ἔϑνεσιν τὰ ἔργα αὐτοῦ·
Verse: 2 
ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ,
διηγήσασϑε πάντα τὰ ϑαυμάσια αὐτοῦ.
Verse: 3 
ἐπαινεῖσϑε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ,
εὐϕρανϑήτω καρδία ζητούντων τὸν κύριον·
Verse: 4 
ζητήσατε τὸν κύριον καὶ κραταιώϑητε,
ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός.
Verse: 5 
μνήσϑητε τῶν ϑαυμασίων αὐτοῦ, ὧν ἐποίησεν,
τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ,
Verse: 6 
σπέρμα Αβρααμ δοῦλοι αὐτοῦ,
υἱοὶ Ιακωβ ἐκλεκτοὶ αὐτοῦ.
Verse: 7 
αὐτὸς κύριος ϑεὸς ἡμῶν,
ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.
Verse: 8 
ἐμνήσϑη εἰς τὸν αἰῶνα διαϑήκης αὐτοῦ,
λόγου, οὗ ἐνετείλατο εἰς χιλίας γενεάς,
Verse: 9 
ὃν διέϑετο τῷ Αβρααμ,
καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ισαακ
Verse: 10 
καὶ ἔστησεν αὐτὴν τῷ Ιακωβ εἰς πρόσταγμα
καὶ τῷ Ισραηλ διαϑήκην αἰώνιον
Verse: 11 
λέγων Σοὶ δώσω τὴν γῆν Χανααν
σχοίνισμα κληρονομίας ὑμῶν.
Verse: 12 
ἐν τῷ εἶναι αὐτοὺς ἀριϑμῷ βραχεῖς,
ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ
Verse: 13 
καὶ διῆλϑον ἐξ ἔϑνους εἰς ἔϑνος,
ἐκ βασιλείας εἰς λαὸν ἕτερον·
Verse: 14 
οὐκ ἀϕῆκεν ἄνϑρωπον ἀδικῆσαι αὐτοὺς
καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς
Verse: 15 
Μὴ ἅπτεσϑε τῶν χριστῶν μου
καὶ ἐν τοῖς προϕήταις μου μὴ πονηρεύεσϑε.
Verse: 16 
καὶ ἐκάλεσεν λιμὸν ἐπὶ τὴν γῆν,
πᾶν στήριγμα ἄρτου συνέτριψεν·
Verse: 17 
ἀπέστειλεν ἔμπροσϑεν αὐτῶν ἄνϑρωπον,
εἰς δοῦλον ἐπράϑη Ιωσηϕ.
Verse: 18 
ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ,
σίδηρον διῆλϑεν ψυχὴ αὐτοῦ
Verse: 19 
μέχρι τοῦ ἐλϑεῖν τὸν λόγον αὐτοῦ,
τὸ λόγιον κυρίου ἐπύρωσεν αὐτόν.
Verse: 20 
ἀπέστειλεν βασιλεὺς καὶ ἔλυσεν αὐτόν,
ἄρχων λαῶν, καὶ ἀϕῆκεν αὐτόν·
Verse: 21 
κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ
καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ
Verse: 22 
τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν
καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοϕίσαι.
Verse: 23 
καὶ εἰσῆλϑεν Ισραηλ εἰς Αἴγυπτον,
καὶ Ιακωβ παρῴκησεν ἐν γῇ Χαμ·
Verse: 24 
καὶ ηὔξησεν τὸν λαὸν αὐτοῦ σϕόδρα
καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχϑροὺς αὐτοῦ.
Verse: 25 
μετέστρεψεν τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ,
τοῦ δολιοῦσϑαι ἐν τοῖς δούλοις αὐτοῦ.
Verse: 26 
ἐξαπέστειλεν Μωυσῆν τὸν δοῦλον αὐτοῦ,
Ααρων, ὃν ἐξελέξατο αὐτόν·
Verse: 27 
ἔϑετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ
καὶ τῶν τεράτων ἐν γῇ Χαμ.
Verse: 28 
ἐξαπέστειλεν σκότος, καὶ ἐσκότασεν,
καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ.
Verse: 29 
μετέστρεψεν τὰ ὕδατα αὐτῶν εἰς αἷμα
καὶ ἀπέκτεινεν τοὺς ἰχϑύας αὐτῶν.
Verse: 30 
ἐξῆρψεν γῆ αὐτῶν βατράχους
ἐν τοῖς ταμιείοις τῶν βασιλέων αὐτῶν.
Verse: 31 
εἶπεν, καὶ ἦλϑεν κυνόμυια
καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν.
Verse: 32 
ἔϑετο τὰς βροχὰς αὐτῶν χάλαζαν,
πῦρ καταϕλέγον ἐν τῇ γῇ αὐτῶν,
Verse: 33 
καὶ ἐπάταξεν τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν
καὶ συνέτριψεν πᾶν ξύλον ὁρίου αὐτῶν.
Verse: 34 
εἶπεν, καὶ ἦλϑεν ἀκρὶς
καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριϑμός,
Verse: 35 
καὶ κατέϕαγεν πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν
καὶ κατέϕαγεν τὸν καρπὸν τῆς γῆς αὐτῶν.
Verse: 36 
καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶν,
ἀπαρχὴν παντὸς πόνου αὐτῶν,
Verse: 37 
καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ
καὶ οὐκ ἦν ἐν ταῖς ϕυλαῖς αὐτῶν ἀσϑενῶν.
Verse: 38 
εὐϕράνϑη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν,
ὅτι ἐπέπεσεν ϕόβος αὐτῶν ἐπ' αὐτούς.
Verse: 39 
διεπέτασεν νεϕέλην εἰς σκέπην αὐτοῖς
καὶ πῦρ τοῦ ϕωτίσαι αὐτοῖς τὴν νύκτα.
Verse: 40 
ᾔτησαν, καὶ ἦλϑεν ὀρτυγομήτρα,
καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς·
Verse: 41 
διέρρηξεν πέτραν, καὶ ἐρρύησαν ὕδατα,
ἐπορεύϑησαν ἐν ἀνύδροις ποταμοί.
Verse: 42 
ὅτι ἐμνήσϑη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ
τοῦ πρὸς Αβρααμ τὸν δοῦλον αὐτοῦ
Verse: 43 
καὶ ἐξήγαγεν τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει
καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐϕροσύνῃ.
Verse: 44 
καὶ ἔδωκεν αὐτοῖς χώρας ἐϑνῶν,
καὶ πόνους λαῶν ἐκληρονόμησαν,
Verse: 45 
ὅπως ἂν ϕυλάξωσιν τὰ δικαιώματα αὐτοῦ
καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.