TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 674
Previous part

Chapter: 105 
Verse: 1  Αλληλουια.
᾽Εξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι χρηστός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Verse: 2 
τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου,
ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;
Verse: 3 
μακάριοι οἱ ϕυλάσσοντες κρίσιν
καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.
Verse: 4 
μνήσϑητι ἡμῶν, κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου,
ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου
Verse: 5 
τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου,
τοῦ εὐϕρανϑῆναι ἐν τῇ εὐϕροσύνῃ τοῦ ἔϑνους σου,
τοῦ ἐπαινεῖσϑαι μετὰ τῆς κληρονομίας σου.
Verse: 6 
ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν,
ἠνομήσαμεν, ἠδικήσαμεν.
Verse: 7 
οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ ϑαυμάσιά σου
οὐκ ἐμνήσϑησαν τοῦ πλήϑους τοῦ ἐλέους σου
καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυϑρᾷ ϑαλάσσῃ.
Verse: 8 
καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ
τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ·
Verse: 9 
καὶ ἐπετίμησεν τῇ ἐρυϑρᾷ ϑαλάσσῃ, καὶ ἐξηράνϑη,
καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ·
Verse: 10 
καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισούντων
καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχϑροῦ·
Verse: 11 
καὶ ἐκάλυψεν ὕδωρ τοὺς ϑλίβοντας αὐτούς,
εἷς ἐξ αὐτῶν οὐχ ὑπελείϕϑη.
Verse: 12 
καὶ ἐπίστευσαν ἐν τοῖς λόγοις αὐτοῦ
καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ.
Verse: 13 
ἐτάχυναν ἐπελάϑοντο τῶν ἔργων αὐτοῦ,
οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ·
Verse: 14 
καὶ ἐπεϑύμησαν ἐπιϑυμίαν ἐν τῇ ἐρήμῳ
καὶ ἐπείρασαν τὸν ϑεὸν ἐν ἀνύδρῳ.
Verse: 15 
καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν
καὶ ἐξαπέστειλεν πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν.
Verse: 16 
καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇ
καὶ Ααρων τὸν ἅγιον κυρίου·
Verse: 17 
ἠνοίχϑη γῆ καὶ κατέπιεν Δαϑαν
καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Αβιρων·
Verse: 18 
καὶ ἐξεκαύϑη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν,
ϕλὸξ κατέϕλεξεν ἁμαρτωλούς.
Verse: 19 
καὶ ἐποίησαν μόσχον ἐν Χωρηβ
καὶ προσεκύνησαν τῷ γλυπτῷ·
Verse: 20 
καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν
ἐν ὁμοιώματι μόσχου ἔσϑοντος χόρτον.
Verse: 21 
ἐπελάϑοντο τοῦ ϑεοῦ τοῦ σῴζοντος αὐτούς,
τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ,
Verse: 22 
ϑαυμαστὰ ἐν γῇ Χαμ,
ϕοβερὰ ἐπὶ ϑαλάσσης ἐρυϑρᾶς.
Verse: 23 
καὶ εἶπεν τοῦ ἐξολεϑρεῦσαι αὐτούς,
εἰ μὴ Μωυσῆς ἐκλεκτὸς αὐτοῦ
ἔστη ἐν τῇ ϑραύσει ἐνώπιον αὐτοῦ
τοῦ ἀποστρέψαι τὴν ὀργὴν αὐτοῦ τοῦ μὴ ἐξολεϑρεῦσαι.
Verse: 24 
καὶ ἐξουδένωσαν γῆν ἐπιϑυμητήν,
οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ·
Verse: 25 
καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν,
οὐκ εἰσήκουσαν τῆς ϕωνῆς κυρίου.
Verse: 26 
καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ αὐτοῖς
τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ
Verse: 27 
καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔϑνεσιν
καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις.
Verse: 28 
καὶ ἐτελέσϑησαν τῷ Βεελϕεγωρ
καὶ ἔϕαγον ϑυσίας νεκρῶν·
Verse: 29 
καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν,
καὶ ἐπληϑύνϑη ἐν αὐτοῖς πτῶσις.
Verse: 30 
καὶ ἔστη Φινεες καὶ ἐξιλάσατο,
καὶ ἐκόπασεν ϑραῦσις·
Verse: 31 
καὶ ἐλογίσϑη αὐτῷ εἰς δικαιοσύνην
εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.
Verse: 32 
καὶ παρώργισαν αὐτὸν ἐϕ' ὕδατος ἀντιλογίας.
καὶ ἐκακώϑη Μωυσῆς δι' αὐτούς,
Verse: 33 
ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ,
καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ.
Verse: 34 
οὐκ ἐξωλέϑρευσαν τὰ ἔϑνη, εἶπεν κύριος αὐτοῖς,
Verse: 35 
καὶ ἐμίγησαν ἐν τοῖς ἔϑνεσιν
καὶ ἔμαϑον τὰ ἔργα αὐτῶν·
Verse: 36 
καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν,
καὶ ἐγενήϑη αὐτοῖς εἰς σκάνδαλον·
Verse: 37 
καὶ ἔϑυσαν τοὺς υἱοὺς αὐτῶν
καὶ τὰς ϑυγατέρας αὐτῶν τοῖς δαιμονίοις
Verse: 38 
καὶ ἐξέχεαν αἷμα ἀϑῷον,
αἷμα υἱῶν αὐτῶν καὶ ϑυγατέρων,
ὧν ἔϑυσαν τοῖς γλυπτοῖς Χανααν,
καὶ ἐϕονοκτονήϑη γῆ ἐν τοῖς αἵμασιν
Verse: 39 
καὶ ἐμιάνϑη ἐν τοῖς ἔργοις αὐτῶν,
καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
Verse: 40 
καὶ ὠργίσϑη ϑυμῷ κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ
καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ·
Verse: 41 
καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐϑνῶν,
καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς·
Verse: 42 
καὶ ἔϑλιψαν αὐτοὺς οἱ ἐχϑροὶ αὐτῶν,
καὶ ἐταπεινώϑησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.
Verse: 43 
πλεονάκις ἐρρύσατο αὐτούς,
αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν
καὶ ἐταπεινώϑησαν ἐν ταῖς ἀνομίαις αὐτῶν.
Verse: 44 
καὶ εἶδεν ἐν τῷ ϑλίβεσϑαι αὐτοὺς
ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν·
Verse: 45 
καὶ ἐμνήσϑη τῆς διαϑήκης αὐτοῦ
καὶ μετεμελήϑη κατὰ τὸ πλῆϑος τοῦ ἐλέους αὐτοῦ
Verse: 46 
καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς
ἐναντίον πάντων τῶν αἰχμαλωτισάντων αὐτούς.
Verse: 47 
σῶσον ἡμᾶς, κύριε ϑεὸς ἡμῶν,
καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐϑνῶν
τοῦ ἐξομολογήσασϑαι τῷ ὀνόματι τῷ ἁγίῳ σου,
τοῦ ἐγκαυχᾶσϑαι ἐν τῇ αἰνέσει σου.
Verse: 48 
Εὐλογητὸς κύριος ϑεὸς Ισραηλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως // τοῦ αἰῶνος.
καὶ ἐρεῖ πᾶς λαός Γένοιτο γένοιτο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.