TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 675
Previous part

Chapter: 106 
Verse: 1  Αλληλουια.
᾽Εξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι χρηστός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Verse: 2 
εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ κυρίου,
οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχϑροῦ.
Verse: 3 
ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς
ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ ϑαλάσσης.
Verse: 4 
ἐπλανήϑησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ,
ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον
Verse: 5 
πεινῶντες καὶ διψῶντες,
ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν·
Verse: 6 
καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ ϑλίβεσϑαι αὐτούς,
καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρρύσατο αὐτοὺς
Verse: 7 
καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐϑεῖαν
τοῦ πορευϑῆναι εἰς πόλιν κατοικητηρίου.
Verse: 8 
ἐξομολογησάσϑωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ
καὶ τὰ ϑαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνϑρώπων,
Verse: 9 
ὅτι ἐχόρτασεν ψυχὴν κενὴν
καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαϑῶν.
Verse: 10 
καϑημένους ἐν σκότει καὶ σκιᾷ ϑανάτου,
πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ,
Verse: 11 
ὅτι παρεπίκραναν τὰ λόγια τοῦ ϑεοῦ
καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν,
Verse: 12 
καὶ ἐταπεινώϑη ἐν κόποις καρδία αὐτῶν,
ἠσϑένησαν, καὶ οὐκ ἦν βοηϑῶν·
Verse: 13 
καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ ϑλίβεσϑαι αὐτούς,
καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτοὺς
Verse: 14 
καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς ϑανάτου
καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν.
Verse: 15 
ἐξομολογησάσϑωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ
καὶ τὰ ϑαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνϑρώπων,
Verse: 16 
ὅτι συνέτριψεν πύλας χαλκᾶς
καὶ μοχλοὺς σιδηροῦς συνέκλασεν.
Verse: 17 
ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν,
διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώϑησαν·
Verse: 18 
πᾶν βρῶμα ἐβδελύξατο ψυχὴ αὐτῶν,
καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ ϑανάτου·
Verse: 19 
καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ ϑλίβεσϑαι αὐτούς,
καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς,
Verse: 20 
ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς
καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαϕϑορῶν αὐτῶν.
Verse: 21 
ἐξομολογησάσϑωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ
καὶ τὰ ϑαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνϑρώπων
Verse: 22 
καὶ ϑυσάτωσαν ϑυσίαν αἰνέσεως
καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.
Verse: 23 
οἱ καταβαίνοντες εἰς τὴν ϑάλασσαν ἐν πλοίοις
ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς,
Verse: 24 
αὐτοὶ εἴδοσαν τὰ ἔργα κυρίου
καὶ τὰ ϑαυμάσια αὐτοῦ ἐν τῷ βυϑῷ·
Verse: 25 
εἶπεν, καὶ ἔστη πνεῦμα καταιγίδος,
καὶ ὑψώϑη τὰ κύματα αὐτῆς·
Verse: 26 
ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν
καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων,
ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο,
Verse: 27 
ἐταράχϑησαν, ἐσαλεύϑησαν ὡς μεϑύων,
καὶ πᾶσα σοϕία αὐτῶν κατεπόϑη·
Verse: 28 
καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ ϑλίβεσϑαι αὐτούς,
καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς
Verse: 29 
καὶ ἐπέταξεν τῇ καταιγίδι, καὶ ἔστη εἰς αὔραν,
καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς·
Verse: 30 
καὶ εὐϕράνϑησαν, ὅτι ἡσύχασαν,
καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα ϑελήματος αὐτῶν.
Verse: 31 
ἐξομολογησάσϑωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ
καὶ τὰ ϑαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνϑρώπων,
Verse: 32 
ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ
καὶ ἐν καϑέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.
Verse: 33 
ἔϑετο ποταμοὺς εἰς ἔρημον
καὶ διεξόδους ὑδάτων εἰς δίψαν,
Verse: 34 
γῆν καρποϕόρον εἰς ἅλμην
ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.
Verse: 35 
ἔϑετο ἔρημον εἰς λίμνας ὑδάτων
καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων
Verse: 36 
καὶ κατῴκισεν ἐκεῖ πεινῶντας,
καὶ συνεστήσαντο πόλιν κατοικεσίας
Verse: 37 
καὶ ἔσπειραν ἀγροὺς καὶ ἐϕύτευσαν ἀμπελῶνας
καὶ ἐποίησαν καρπὸν γενήματος,
Verse: 38 
καὶ εὐλόγησεν αὐτούς, καὶ ἐπληϑύνϑησαν σϕόδρα,
καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν.
Verse: 39 
καὶ ὠλιγώϑησαν καὶ ἐκακώϑησαν
ἀπὸ ϑλίψεως κακῶν καὶ ὀδύνης.
Verse: 40 
ἐξεχύϑη ἐξουδένωσις ἐπ' ἄρχοντας,
καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ.
Verse: 41 
καὶ ἐβοήϑησεν πένητι ἐκ πτωχείας
καὶ ἔϑετο ὡς πρόβατα πατριάς.
Verse: 42 
ὄψονται εὐϑεῖς καὶ εὐϕρανϑήσονται,
καὶ πᾶσα ἀνομία ἐμϕράξει τὸ στόμα αὐτῆς.
Verse: 43 
τίς σοϕὸς καὶ ϕυλάξει ταῦτα
καὶ συνήσουσιν τὰ ἐλέη τοῦ κυρίου; //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.