TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 676
Previous part

Chapter: 107 
Verse: 1  ᾽Ωιδὴ ψαλμοῦ τῷ Δαυιδ.
Verse: 2 
῾Ετοίμη καρδία μου, ϑεός, ἑτοίμη καρδία μου,
ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου.
Verse: 3 
ἐξεγέρϑητι, ψαλτήριον καὶ κιϑάρα·
ἐξεγερϑήσομαι ὄρϑρου.
Verse: 4 
ἐξομολογήσομαί σοι ἐν λαοῖς, κύριε,
καὶ ψαλῶ σοι ἐν ἔϑνεσιν,
Verse: 5 
ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου
καὶ ἕως τῶν νεϕελῶν ἀλήϑειά σου.
Verse: 6 
ὑψώϑητι ἐπὶ τοὺς οὐρανούς, ϑεός,
καὶ ἐπὶ πᾶσαν τὴν γῆν δόξα σου.
Verse: 7 
ὅπως ἂν ῥυσϑῶσιν οἱ ἀγαπητοί σου,
σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
Verse: 8 
ϑεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ
῾Υψωϑήσομαι καὶ διαμεριῶ Σικιμα
καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω·
Verse: 9 
ἐμός ἐστιν Γαλααδ, καὶ ἐμός ἐστιν Μανασση,
καὶ Εϕραιμ ἀντίλημψις τῆς κεϕαλῆς μου,
Ιουδας βασιλεύς μου·
Verse: 10 
Μωαβ λέβης τῆς ἐλπίδος μου,
ἐπὶ τὴν Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου,
ἐμοὶ ἀλλόϕυλοι ὑπετάγησαν.
Verse: 11 
τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;
τίς ὁδηγήσει με ἕως τῆς Ιδουμαίας;
Verse: 12 
οὐχὶ σύ, ϑεός, ἀπωσάμενος ἡμᾶς;
καὶ οὐκ ἐξελεύσῃ, ϑεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν.
Verse: 13 
δὸς ἡμῖν βοήϑειαν ἐκ ϑλίψεως·
καὶ ματαία σωτηρία ἀνϑρώπου.
Verse: 14 
ἐν τῷ ϑεῷ ποιήσομεν δύναμιν,
καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχϑροὺς ἡμῶν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.