TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 677
Previous part

Chapter: 108 
Verse: 1  Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμός.
῾Ο ϑεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,
Verse: 2 
ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχϑη,
ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ
Verse: 3 
καὶ λόγοις μίσους ἐκύκλωσάν με
καὶ ἐπολέμησάν με δωρεάν.
Verse: 4 
ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με,
ἐγὼ δὲ προσευχόμην·
Verse: 5 
καὶ ἔϑεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαϑῶν
καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.
Verse: 6 
κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν,
καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·
Verse: 7 
ἐν τῷ κρίνεσϑαι αὐτὸν ἐξέλϑοι καταδεδικασμένος,
καὶ προσευχὴ αὐτοῦ γενέσϑω εἰς ἁμαρτίαν.
Verse: 8 
γενηϑήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι,
καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος·
Verse: 9 
γενηϑήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρϕανοὶ
καὶ γυνὴ αὐτοῦ χήρα·
Verse: 10 
σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν,
ἐκβληϑήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.
Verse: 11 
ἐξερευνησάτω δανειστὴς πάντα, ὅσα ὑπάρχει αὐτῷ,
διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ·
Verse: 12 
μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ,
μηδὲ γενηϑήτω οἰκτίρμων τοῖς ὀρϕανοῖς αὐτοῦ·
Verse: 13 
γενηϑήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέϑρευσιν,
ἐν γενεᾷ μιᾷ ἐξαλειϕϑήτω τὸ ὄνομα αὐτοῦ.
Verse: 14 
ἀναμνησϑείη ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου,
καὶ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειϕϑείη·
Verse: 15 
γενηϑήτωσαν ἔναντι κυρίου διὰ παντός,
καὶ ἐξολεϑρευϑείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν,
Verse: 16 
ἀνϑ' ὧν οὐκ ἐμνήσϑη τοῦ ποιῆσαι ἔλεος
καὶ κατεδίωξεν ἄνϑρωπον πένητα καὶ πτωχὸν
καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ ϑανατῶσαι.
Verse: 17 
καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ·
καὶ οὐκ ἠϑέλησεν εὐλογίαν, καὶ μακρυνϑήσεται ἀπ' αὐτοῦ.
Verse: 18 
καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον,
καὶ εἰσῆλϑεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ
καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ·
Verse: 19 
γενηϑήτω αὐτῷ ὡς ἱμάτιον, περιβάλλεται,
καὶ ὡσεὶ ζώνη, ἣν διὰ παντὸς περιζώννυται.
Verse: 20 
τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου
καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
Verse: 21 
καὶ σύ, κύριε κύριε, ποίησον μετ' ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός // σου,
ὅτι χρηστὸν τὸ ἔλεός σου.
Verse: 22 
ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι,
καὶ καρδία μου τετάρακται ἐντός μου.
Verse: 23 
ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέϑην,
ἐξετινάχϑην ὡσεὶ ἀκρίδες.
Verse: 24 
τὰ γόνατά μου ἠσϑένησαν ἀπὸ νηστείας,
καὶ σάρξ μου ἠλλοιώϑη δι' ἔλαιον.
Verse: 25 
καὶ ἐγὼ ἐγενήϑην ὄνειδος αὐτοῖς·
εἴδοσάν με, ἐσάλευσαν κεϕαλὰς αὐτῶν.
Verse: 26 
βοήϑησόν μοι, κύριε ϑεός μου,
σῶσόν με κατὰ τὸ ἔλεός σου,
Verse: 27 
καὶ γνώτωσαν ὅτι χείρ σου αὕτη
καὶ σύ, κύριε, ἐποίησας αὐτήν.
Verse: 28 
καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις·
οἱ ἐπανιστανόμενοί μοι αἰσχυνϑήτωσαν,
δὲ δοῦλός σου εὐϕρανϑήσεται.
Verse: 29 
ἐνδυσάσϑωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν
καὶ περιβαλέσϑωσαν ὡσεὶ διπλοίδα αἰσχύνην αὐτῶν.
Verse: 30 
ἐξομολογήσομαι τῷ κυρίῳ σϕόδρα ἐν τῷ στόματί μου
καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν,
Verse: 31 
ὅτι παρέστη ἐκ δεξιῶν πένητος
τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.