TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 580
Previous part

Chapter: 11 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Σῶσόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος,
ὅτι ὠλιγώϑησαν αἱ ἀλήϑειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνϑρώπων.
Verse: 3 
μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ,
χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν.
Verse: 4 
ἐξολεϑρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια
καὶ γλῶσσαν μεγαλορήμονα
Verse: 5 
τοὺς εἰπόντας Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν,
τὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστιν·
τίς ἡμῶν κύριός ἐστιν;
Verse: 6 
᾽Απὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν
καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων
νῦν ἀναστήσομαι, λέγει κύριος,
ϑήσομαι ἐν σωτηρίᾳ, παρρησιάσομαι ἐν αὐτῷ.
Verse: 7 
τὰ λόγια κυρίου λόγια ἁγνά,
ἀργύριον πεπυρωμένον δοκίμιον τῇ γῇ
κεκαϑαρισμένον ἑπταπλασίως.
Verse: 8 
σύ, κύριε, ϕυλάξεις ἡμᾶς
καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν // αἰῶνα.
Verse: 9 
κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν·
κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνϑρώπων. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.